128
κακουργίαν. ὑπωπτεύθη δὲ ὑπὸ Ῥωμαίου πληγῆναι, ὅτι ἀνακεχωρηκότες ἤδη οἱ Πέρσαι ἦσαν, ὅτε ἐκεῖνος τὴν κεφαλὴν εὑρέθη πεπληγμένος ξίφει, ἔφιππος ἔτι ὢν, ἀφωνίᾳ δὲ κατεσχέθη, τοῦ ἐγκεφάλου ἁψαμένης τῆς πληγῆς, καὶ ἐτελεύτησε μετὰ μικρόν. ἡ μέντοι κατὰ τὰς ἄλλας πόλεις διεσκεδασμένη στρατιὰ Ῥωμαίων τῆς αὐτῆς ἡμέρας ὥσπερ ἐκ συνθήματος εἰς 1.363 Φιλοκρήνην συνελθόντες, ἐκεῖθέν τε οὐ πολὺ ἄπωθεν τοῦ στρατοπέδου Ὀρχάνη παριόντες, ἦλθον εἰς Σκουτάριον καὶ ἐπεραιώθησαν εἰς Βυζάντιον ἀδεῶς ἐκεῖθέν τε ἀνεχώρησαν ἕκαστος ἐπ' οἴκου. βασιλεὺς δὲ τοὺς εἰς τὸ στρατόπεδον διαθρυλλήσαντας ὡς ἐτεθνήκει, ἐν αἰτίαις μὲν ἐποιήσατο καὶ κατηγόρησε πολλὰ, οὐκέτι δὲ καὶ ἐτιμωρήσατο ἀξίως τῆς κακουργίας ἑαυτῶν, δέει τοῦ μὴ δοκεῖν τῷ πρὸς τὸν πάππον καὶ βασιλέα ἔχθει ἀμύνεσθαι αὐτούς. θʹ. Ὀλίγας δὲ ἐνδιατρίψας ἡμέρας Βυζαντίῳ, ἐπεὶ καὶ ὁ μηρὸς αὐτῷ ἀπὸ τοῦ τραύματος εἶχεν ὑγιῶς, ἐξελθὼν ἦλθεν εἰς ∆ιδυμότειχον καὶ τὰ περὶ τὴν Ἀδριανοῦ. διατρίβων δὲ ἐκεῖ, καὶ πάντοτε μὲν ἡδέως εἶχε τῷ μεγάλῳ δομεστίκῳ συνεῖναι καὶ ὁμιλεῖν, ὡς καὶ διημερεύειν αὐτοὺς πολλάκις καὶ διανυκτερεύειν ἐν ταῖς ὁμιλίαις· καὶ τότε δὲ ὁμιλῶν αὐτῷ, τῆς ἀρχαίας τε ἀνεμίμνησκεν αὐτὸν πρὸς ἀλλήλους φιλίας καὶ τῆς κατάκρας συναφείας οὐκ ἐν παρέργῳ, ἀλλὰ μετά τινος φροντίδος καὶ σπουδῆς, καὶ ὧν μικρῷ πρόσθεν εἰρήκει πρὸς αὐτὸν, ὅτε περὶ Συργιάννη ἐδεῖτο τῆς εἱρκτῆς ἀπολυθῆναι, ὡς, οὔτ' ἂν εἴη τι τῶν πάντων ὃ κατὰ γνώμην αὐτῷ πραχθῆναι ὂν αὐτὸν ἐθελῆσαι ἄν ποτε κωλῦσαι, ἀλλὰ συγκατεργάσεσθαι πάσῃ σπουδῇ, οὔτε εἰ κατὰ δή τινα τρόπον δόξειεν αὐτῷ τῆς οἰκίας ἀποστάντα καὶ φιλτάτων καὶ γυναικὸς καὶ συμπάντων εἰπεῖν χρημάτων, ἐπ' ἀλλοτρίας διατρίβειν, δυνήσεσθαι ἄν ποτε ἀποστήσεσθαι αὐτοῦ, ἀλλὰ τὴν μὲν 1.364 ἀκαιρίαν τοῦ πράγματος καὶ τὴν ἀτοπίαν ὅση ἐκδιδάξειν. ἐὰν δὲ μὴ δύναιτο τῆς ὁρμῆς ἀφιστᾷν, καὶ αὐτὸν εἰπόντα πᾶσι χαίρειν, αἱρήσεσθαι τὴν ἐπὶ ξένης πλάνην· ἔτι τε εἰ αἵρεσις αὐτῷ δοθείη, πάντως δὲ παρὰ τοῦ τὰ τοιαῦτα δυναμένου θεοῦ τὸν ἕτερον αὐτῶν παρὰ τοῖς πλείοσι γενέσθαι, ἁπάσαις ψήφοις αὐτὸν ἂν ἑλέσθαι τὴν ἐν ᾅδου διατριβὴν, ὑπὲρ τοῦ αὐτὸν μακροῦ βίου ἀπολαύειν· καὶ πρὸς ἐπὶ τούτοις, εἰ καθ' ἡντιναοῦν αἰτίαν ξίφος αὐτὸν γυμνώσαντα συνέβη κατ' αὐτοῦ χωρῆσαι ὡς ἀποκτενοῦντα πάντως, ἔπειτα ἄκοντα εἰς τέλος ἀγαγεῖν τὴν ἐπιχείρησιν κωλυθῆναι, μέμψασθαι μὲν ἂν τὴν πρᾶξιν, ὡς οὐκ ἀγαθὴν, αὐτὸν δὲ δυνήσεσθαι μηδέποτε μισῆσαι. Μεταξὺ δὲ τῶν τοιούτων λόγων ἐπικόπτων τὴν ὁρμὴν, πάντων μὲν ἔλεγε τούτων ὁ μέγας δομέστικος μεμνῆσθαι, καὶ μᾶλλον ἤ τινων ἄλλων· οἴεσθαι δὲ καὶ ψυχαῖς εἴ τις αἴσθησις καὶ μνήμη τῶν κατὰ τὸν βίον μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν, πάντων μᾶλλον αὐτὸν ἐπιλήσεσθαι τῶν ἄλλων ἢ τῶν λόγων τουτωνὶ ἀνεξάλειπτα τῇ διανοίᾳ ἐγκεκολαμμένων. ὅ,τι δὲ αὐτῷ τὰ τοιαῦτα δύνασθαι νοεῖν, νῦν ἀγνοεῖν. Εἰκότως, εἴρηκεν ὁ βασιλεύς· ἔτι γὰρ ἑαυτῷ τῶν τοιούτων τὴν δύναμιν ἄδηλον παρακατέχειν, νυνὶ δὲ ποιήσειν φανεράν. τὴν γὰρ ἔνδοθεν πρὸς αὐτὸν ἀκραιφνῆ καὶ καθαρὰν φιλίαν αὐτῷ μὲν εἶναι καὶ πάλαι δήλην ἐκ πολλῶν· βούλεσθαι δὲ νῦν καὶ τοῖς ἄλλοις ἅπασιν οὐ Ῥωμαίοις μόνον, ἀλλὰ καὶ τοῖς ἐν ἐσχατιαῖς γῆς βαρβάροις ἔνδηλον καὶ φανερὰν ποιῆσαι. 1.365 τοῦτο δὲ γένοιτ' ἂν, εἴγε καὶ αὐτὸς πορφύραν ἐνδὺς καὶ παρασήμοις κοσμηθεὶς βασιλικοῖς, συμβασιλεύσει Ῥωμαίων καὶ συνεδριάζων αὐτῷ φανεῖται καὶ χρηματίζων βασιλικῶς. καίτοι τοῦτο δόξαι μὲν ἂν τοῖς ἔξωθεν ὑπερφυὲς, ὥσπερ δῆτα καί ἐστι, τῇ δὲ ἔνδοθεν πρός σέ μου διαθέσει παραβάλλων τις, ἡττώμενον εὑρήσει παραπολύ. τὸ μὲν γὰρ κοινωνὸν ἑλέσθαι τῆς ἀρχῆς καὶ τῆς εὐδοξίας μεταδοῦναι, καὶ ἄλλοις ἄν τισιν εὕροι τις εἰργασμένον πρὸ ἡμῶν· τῇ δὲ φιλίᾳ καὶ τῇ συμπνοίᾳ, ἣν ἐν ἀλλήλοις ἐκτησάμεθα ἡμεῖς, καὶ τοὺς παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ἐπὶ φιλίαις ὑμνουμένους οὐκ ἐπ' ὀλίγον νομίζω παρηκοντικέναι. ὅθεν εἴ τι καὶ τῶν θαυμασίων δοκεῖ εἶναι τοῖς ἄλλοις πᾶσι, τῶν μετρίων ἔμοιγε φαίνεται καὶ ὀλίγων, οὐ διὰ τὸ μάλιστα βούλεσθαι μόνον καὶ ὥσπερ τι δεῖγμα οἴεσθαι μικρὸν τῆς ἔνδοθεν στοργῆς