128
ἀρχιερωσύνης κρατήσαντα, γεγονότα δὲ ἀσεβῆ. ἀρχιερεὺς δὲ γέγονεν Αλκιμος, ος καὶ ̓Ιωακεὶμ ἐκαλεῖτο. ὁ δ' ̓Αντίοχος πολεμήσας πρὸς Φίλιππον καὶ χειρωσάμενος αὐτὸν εκτεινεν. ἰδὼν δὲ ὁ τοῦ ἀρχιερέως Σίμωνος τοῦ δικαίου υἱὸς ̓Ονίας, ον παιδίον ὁ πατὴρ τελευτῶν, ὡς ειρηται, καταλέλοιπεν, οτι τὴν ἀρχιερωσύνην ̓Αλκίμῳ δέδωκεν ὁ ̓Αντίοχος, μὴ τῷ γένει τῷ τῶν ἀρχιερέων προσήκοντι, φεύγει πρὸς Πτολεμαῖον εἰς Αιγυπτον· καὶ τιμηθεὶς λαμβάνει τόπον ἐν τῷ ̔Ηλιουπολίτῃ νομῷ, καὶ ἱερὸν ἐκεῖ ᾠκοδόμησε τῷ ἐν ̔Ιεροσολύμοις παρεμφερές. ∆ημήτριος δὲ φυγὼν ἐκ ̔Ρώμης ὁ Σελεύκου υἱός, καὶ καταντήσας τῆς Συρίας εἰς Τρίπολιν, τόν τε 1.322 ̓Αντίοχον καὶ τὸν Λυσίαν συλλαβὼν καὶ αμφω διέφθειρεν, ἐπὶ δύο ἐνιαυτοὺς τοῦ ̓Αντιόχου βασιλεύσαντος. τούτῳ τῷ ∆ημητρίῳ ὁ ἀρχιερεὺς Αλκιμος προσελθών, καὶ τῶν ̓Ιουδαίων πολλοὶ φυγάδες καὶ πονηροί, κατηγόρουν ̓Ιούδα τοῦ Μακκαβαίου καὶ τοῦ εθνους παντὸς ὡς τοὺς αὐτοῦ φίλους ἀπεκτονότων. ὁ δὲ παροξυνθεὶς πέμπει Βακχίδην αὐτῷ οἰκειότατον μετὰ μεγίστης δυνάμεως, ἐντειλάμενος αὐτῷ κτεῖναι καὶ τὸν ̓Ιούδαν καὶ τοὺς σὺν αὐτῷ. ος εἰς τὴν ̓Ιουδαίαν ἐλθὼν επεμψε πρὸς τὸν ̓Ιούδαν καὶ τοὺς αὐτοῦ ἀδελφούς, ἐπὶ εἰρήνην αὐτοὺς καλῶν. οἱ δὲ οὐκ ἐπίστευσαν αὐτῷ. τινὲς δὲ τῶν τοῦ δήμου λαβόντες ορκους παρὰ Βακχίδου προσῆλθον αὐτῷ· ος τῶν ορκων καταφρονήσας ἑξήκοντα τούτων ἀπέκτεινε καὶ ουτω τῶν λοιπῶν τὴν ὁρμὴν τοῦ αὐτῷ προσιέναι ἀνέκοψε. τοῖς δ' ἐν τῇ χώρᾳ πᾶσι προσέταξεν ὑπακούειν τοῦ ἀρχιερέως ̓Αλκίμου. καὶ ταῦτα διαπραξάμενος εἰς ̓Αντιόχειαν ἐπανῆλθε. Αλκιμος δὲ πρὸς χάριν ὁμιλῶν ἑκάστῳ, καὶ πάντας ὑποποιούμενος, ταχὺ πολλὴν συνέλεξε δύναμιν, ων οἱ πλείους ἐκ τῶν φυγάδων ησαν καὶ ἀσεβῶν, δι' ων τοὺς τὰ ̓Ιούδα φρονοῦντας ἐκτίννυε· καὶ ̓Ιούδας δ' ἑτέρωθεν τοὺς τὰ ̓Αλκίμου πράττοντας διέφθειρεν· ὁ δὲ τὸν ∆ημήτριον κατὰ τοῦ ̓Ιούδα ἠρέθιζε. πέμπει τοίνυν αυθις ὁ βασιλεὺς Νικάνορα μετὰ μεγίστης χειρός, ἐντειλάμενος τοῦ εθνους μὴ φείσασθαι. κἀκεῖνος ἀπελθὼν δόλῳ κατασχεῖν ἐπεχείρησε τὸν ̓Ιούδαν καὶ πρὸς εἰρήνην προεκαλεῖτο αὐτόν· ὁ δὲ πίστεις δοὺς καὶ λαβὼν τὸν Νικάνορα μετὰ τῆς δυνάμεως εἰσεδέξατο. καὶ ἀσπασάμενος αὐτὸν ὁ Νικάνωρ καὶ προσομιλῶν σημεῖον τοῖς ἑαυτοῦ δέδωκε συλλαβεῖν τὸν ̓Ιούδαν. γνοὺς δὲ τὴν ἐπιβουλὴν ὁ ἀνὴρ πρὸς τοὺς ̓Ιουδαίους ἐκπη1.323 δήσας ἐξέφυγε. γνωσθείσης δὲ τῆς ἐνέδρας φανερὰν μάχην συνεκρότησεν ὁ Νικάνωρ, καὶ νενίκηκεν. ἐντεῦθεν ̓Ιούδας εἰς τὴν τῶν ̔Ιεροσολύμων ἀκρόπολιν κατέφυγε. Νικάνωρ δὲ ἠπείλησε τῷ λαῷ, εἰ μὴ παραδῴη αὐτῷ τὸν ̓Ιούδαν, καταβαλεῖν τὸν ναόν. ὁ δὲ ̓Ιούδας τοῖς μετ' αὐτοῦ χιλίοις ουσι διαλεχθεὶς παρώρμησε σφᾶς εἰς ἀλκήν, καὶ συμβαλὼν τοῖς πολεμίοις ἐνίκησε, πολλῶν πεσόντων καὶ αὐτοῦ τοῦ Νικάνορος· οἱ δὲ λοιποὶ εφευγον, καὶ πάντες ἐφθάρησαν καταλαμβανόμενοι. καὶ ουτω πρὸς ὀλίγον ̓Ιουδαῖοι ἐκ τῶν πολέμων ἀνεπαύσαντο. Τοῦ δὲ ἀρχιερέως ̓Αλκίμου τοῦ καὶ ̓Ιωακεὶμ θεηλάτῳ βληθέντος πληγῇ καὶ ουτω τὴν ζωὴν ἀπορρήξαντος μετὰ ετη τέσσαρα τοῦ ἀρχιερατεῦσαι, τῷ ̓Ιούδᾳ τὴν ἀρχιερωσύνην ἀπένειμεν ὁ λαός. ἀκούσας δὲ ὁ ̓Ιούδας μέγα δύνασθαι τοὺς ̔Ρωμαίους, καὶ χειρώσασθαι Γαλάτας καὶ Ιβηρας καὶ Καρχηδονίους καὶ Λίβυας καὶ τὴν ̔Ελλάδα πᾶσαν καὶ τοὺς βασιλεῖς Περσέα καὶ Φίλιππον καὶ ̓Αντίοχον, επεμψε φιλίαν αἰτῶν, καὶ ∆ημητρίῳ γράψαι ἠξίου μὴ πολεμεῖν ̓Ιουδαίοις. ἡ δὲ σύγκλητος καὶ φιλίαν ὡμολόγησε καὶ συμμαχεῖν ̓Ιουδαίοις κατένευσε. ∆ημήτριος δὲ τὸν θάνατον μαθὼν τοῦ Νικάνορος καὶ τῆς στρατιᾶς τὴν ἀπώλειαν, πάλιν τὸν Βακχίδην ἀπέστειλεν. ὁ δὲ πρὸς τὸν ̓Ιούδαν ἠπείγετο, ἐστρατοπεδευκότα εν τινι κώμῃ μετὰ χιλίων. οι τὸ μετὰ Βακχίδου δείσαντες στράτευμα, συνεβούλευον αὐτῷ ἀναχωρεῖν καὶ σώζεσθαι. ὡς δ' ἐκεῖνος "μὴ τοῦτο" ειπεν "ιδοι γινόμενον ηλιος ωστε με νῶτα δοῦναι τοῖς ἐναντίοις," πολλοὶ τῶν μετ' αὐτοῦ εφυγον. συμβαλὼν δὲ τῷ 1.324 Βακχίδῃ μέχρι πολλοῦ ἀγχωμάλως ἐμάχετο, περὶ δέ γε δυσμὰς ἐπιβρίσας μετὰ τῶν εὐψυχοτάτων ἐν τῷ δεξιῷ κέρατι, οπου καὶ ὁ