128
λήθουσι γάρ τοι καὶ ἀνέμων διέξοδοι. καὶ διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, φησὶν ὁ ∆αβὶδ, ἀντὶ τοῦ κρουνηδὸν ἐφέροντο. ∆ιερήν. διΰγρον. ̓Οππιανός· - διερούς τε γάμους διεράς τε γενέθλας. delta.518 ∆ιϊπόλεια. ἑορτὴ ἐπιτελουμένη τῷ ∆ιῒ Πολιαίῳ ηγουν ἐν τῇ ἀκροπόλει τιμωμένῳ· πόλιν γὰρ τὴν ἀκρόπολιν ελεγον. ∆ιϊππασία καὶ ἀνιππασία. τῶν ιππων αμιλλα. ∆ικαιοσύνη. εξις ἀπονεμητικὴ ισου καὶ τοῦ κατ' ἀξίαν. καὶ καθολικὴ ἰσονομία πασῶν τῶν ἀρετῶν. δικαιοσύνη καὶ ἡ τῶν ἐντολῶν πλήρωσις, ὡς τό· ουτως γὰρ πρέπον ἐστὶ πληρῶσαι πᾶσαν δικαιοσύνην. δικαιοσύνη καὶ ἡ ἀποχὴ τῶν κερδῶν καὶ ἡ τελεία ἀρετὴ καὶ ἡ δικαία αιτησις. ὡς καὶ ὁ ∆αβὶδ φησίν· εἰσάκουσον, κύριε, δικαιοσύνης μου. η δικαιοσύνη ἐστὶν ἐπιστήμη τῶν αἱρετέων καὶ εὐλαβητέων καὶ οὐδετέρων. δικαιοσύνη καὶ ἡ κοινὴ ἀρετή· καὶ ἀντιδιαιρουμένη ταῖς αλλαις ἀρεταῖς ὁμωνύμως. διαφέρει δὲ ἀνδρία καὶ δικαιοσύνη· ἡ μὲν γὰρ δύο κακιῶν, θρασύτητος καὶ δειλίας, ἡ δὲ πλεονεξίας καὶ μειονεξίας, ἐξ ων ἡ ἀδικία· ἐν γὰρ τούτοις τῇ αἰδικίᾳ τοῦ ειναι. καὶ περὶ αλλα μὲν ἡ ἀνδρία· περὶ γὰρ τὰς τῶν κινδύνων ὑπομονάς· περὶ αλλα δὲ ἡ δικαιοσύνη· περὶ γὰρ τὸ ισον τότε ἐν διανομῇ καὶ τὸ ἐν τοῖς συναλλάγμασι. delta.519 ∆ικαίωσισ. κατάκρισις. δικαίωσιν τὴν πρεπωδεστάτην. Λυσίας δὲ ὁ ῥήτωρ δικαιώσεις τὰς δικαιολογίας λέγει. Θουκυδίδης δὲ, τὰς κολάσεις. ∆ίκη. ἡ ὑπὲρ ἰδιωτικῶν ἀδικημάτων συνισταμένη κατηγορία, καὶ ης τὸ τίμημα ωρισται τοῖς νόμοις. δίκη καὶ ἡ κρίσις καὶ ἡ δικαιοσύνη καὶ ἡ τιμωρία. λέγεται δὲ ἰδίως καὶ ἐπὶ ἰδιωτικῶν ἐγκλημάτων. ∆ίκης ἀνάκρισισ. οὐ πάσας δίκας κελεύουσιν οἱ νόμοι εἰσάγεσθαι· ἀλλ' οταν ὁ φεύγων ἀντιλέγῃ καὶ παραγράφεται λέγων, εἰσαγώγιμον μὴ ειναι αὐτὴν, πρότερον ἐπὶ τούτῳ γίνεται κρίσις, ητις δίκης ἀνάκρισις λέγεται. καὶ δίκην ἀντὶ τοῦ τρόπον. καὶ ὁ μὲν ἐξετρίβη πίτυος δίκην ῥιφεὶς εἰς θάλασσαν. ∆ικαιάρχεια. ονομα πόλεως. δικαιαρχία δὲ ἡ δικαίως αρχουσα, ι. ∆ικαιοδοσία. ἡ ευλογος ἀφορμὴ, ἡ κατὰ τὸν νόμον. ∆ίκη. ἡ δικαιοσύνη. δύχη τὶς ουσα, παρὰ τὸ εἰς δύο χέειν τὰ πράγματα. η παρὰ τὸ δίζω τὸ ζητῶ καὶ ψηλαφῶ, ἡ ζητοῦσα τὸ ἀληθές. η παρὰ τὸ διστάζω· δεῖται γὰρ δισταγμοῦ ἡ ἀπόφασις τοῦ δικαίου. delta.520 ∆ίκτη καὶ ∆ίκτον καὶ ∆ικταῖον. ορος Κρήτης καὶ ακρα κειμένη κατὰ τὸ Λιβυκὸν πέλαγος. ειρηται παρὰ τὸ τίκτω, τίκτα τὶς ουσα, ἀπὸ τοῦ ἐκεῖ τεχθῆναι τὸν ∆ία. οἱ δὲ νῆσον φασὶν ειναι ∆ίκτην, καὶ ὠνόμασται ἀπὸ τοῦ ἁλιευτικοῦ δικτύου, ενθεν καὶ ∆ιὸς αγαλμα ιστατο ἀγένειον. ∆ικλίσ. δίθυρον. δικλίδας ἀμφετίναξεν ἐμοῖς Γαλάτεια προσώποις. ∆ικτατωρεία. ἀρχὴ ἀνυπεύθυνος. ∆ικτυωτή. καγκελλωτὴ, πολύπλοκος. ∆ιλοχία. δύο λόχοι. καὶ ὁ ἡγούμενος αὐτῶν διλοχίης. ∆ινωτή. περιφερὴς, ἡ ἐοικυῖα δίνῳ, ο ἐστι τόρνος. παρὰ τὸ δινοῦσθαι καὶ κυκλοῦσθαι. οιον· ̓Ιδομενεὺς, κρύφθη γὰρ ὑπ' ἀσπίδος πάντος ἐΐσης, Τὴν αρ' ογ' ἐν ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ ∆ινωτὴν φορέεσκε- καὶ δῖνος ειδος ὀρχήσεως, καὶ ειδος ποτηρίου, παρὰ τὸ δινοῦσθαι. λέγεται δὲ καὶ ἀρσενικῶς ὁ δῖνος. καὶ δίνη τὰ ῥεύματα καὶ ἡ συστροφή. delta.521 ∆ιορία. προθεσμία. διωρία δὲ σημαίνουσα καιρὸν, μέγα. ∆ιοκαισάρεια. ἡ νῦν λεγομένη ̓Αναζαρβὰ η ̓Ανάζαρβα. πόλις δὲ αυτη ἐν Κιλικίᾳ. πρότερον δὲ Κύϊνδος ἐλέγετο. ∆ιοκωχή. ἀνακωχὴ χρόνου. καὶ διοκωχὴν αἰτήσασιν εδωκε. ∆ιομήδεια. ονομα νήσου. ∆ιόπτρα. κάτοπτρον η μηχανικὸν τεχνούργημα, *δι' ου οἱ γεωμέτραι ἀπεκρίβουν τὴν τῶν ἐπάλξεων ἐκ διαστήματος ἀναμέτρησιν.* Πισίδης· ταῦτα πρὸ πολλοῦ τῇ διόπτρᾳ σου βλέπεις. ∆ιπλοΐσ. ἡ χλαμύς. ∆ιπλόη. ἡ ἀπάτη. καὶ ἡ εξωθεν ἀρετὴ φαινομένη, εσωθεν δὲ γέμουσα κακίας. καὶ οἱ φιλίας μὲν ὑπισχνούμενοι, προϊέμενοι δὲ τὸν φίλον τοῖς πολεμίοις. Πισίδης· ἡ τοῦ χιτῶνος ἐμπεσοῦσα διπλόη. τάττεται δὲ ἡ λέξις ἐπὶ τῶν σκολιῶν τοὺς τρόπους. ∆ιποδία. ειδος ὀρχήσεως. ̓Αριστοφάνης· ιν' ἐγὼ διποδιάξω. ∆ίρκη. ονομα πηγῆς. ∆ιφασία. ἡ διλογία. ∆ιφθέρα. ποιμενικὸν περιβόλαιον ἐκ δερμάτων, οιον γοῦνα η αλλό τι. delta.522 ∆ιφαλαγγία. αἱ δύο φαλαγγαρχίαι, ο ἐστιν ανδρες ἑκατὸν ἐννενήκοντα δύο καὶ χιλιάδες ὀκτώ.