15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
ἐπὶ τῶν γεννήσεων· εἰ ἀτελὲς τὸ γεννᾶν τοῖς σώμασι, τέλειον τοῦτο ἐπὶ τῶν ἀσωμάτων ληπτέον. ἐγὼ δέ, προϊόντος τοῦ λόγου, καὶ ἐπί τινων τῶν σωμάτων τελειωτικὴν δείξω τὴν κίνησιν. Ἴδωμεν δὲ πρῶτον ὅ τι ποτὲ ὁ πατὴρ πρὸς τοὺς ἠρωτηκότας ἐφθέγξατο. «ἐγώ», γάρ φησιν, «εἰ ἀίδιον αὐτῷ τὸ γεννᾶσθαι ἢ μή, οὔπω λέγω, ἕως ἂν τὸ «πρὸ πάντων βουνῶν γεννᾷ με' ἀκριβῶς ἐπισκέψωμαι». δυοῖν γὰρ ὄντοιν ἐν τῷ προβλήματι τῶν ἠρωτημένων, τοῦ μὲν τὴν λύσιν σοφῶς ὑπερτίθεται, πρὸς δὲ τὸ λοιπὸν ἀπαντήσεται. ἀλλὰ διὰ τί μὴ καὶ τὸ πρῶ τον ὡς καὶ τὸ δεύτερον διελύσατο; ὅτι μὴ φιλοτιμεῖται περὶ τὰς λύσεις τῶν πεύσεων μηδὲ βούλεται τοῖς θείοις θρασέως ἐπιπηδᾶν, ἀλλ' ἐθέλει δοκεῖν εὐλαβὴς ἀμαθὴς ἢ πολυμαθὴς ἰταμός. εἰ μὲν γὰρ ἀεὶ παρὰ τῇ θείᾳ γραφῇ τὸ «γεννᾷ» ἔκειτο, ὑπερηγωνίσατο ἂν τοῦ λόγου καὶ οὐδεμιᾶς ἐφείσατο φιλοσόφου ἐπιχειρήσεως· ἐπεὶ δὲ καὶ τὸ «ἐγέννησε» πολλαχοῦ τῶν ἱερῶν δέλτων ἀναγέγραπται, διὰ τοῦτο εὐλαβεῖται διαιτῶν δύο φωναῖς ἀντιφασκούσαις ἀλλήλαις. «εἰ» γὰρ «ἀίδιον αὐτῷ τὸ γεννᾶσθαι» φησίν «ἢ μή, οὔπω λέγω, ἕως ἂν τὸ «πρὸ πάντων βουνῶν γεννᾷ με» ἀκριβῶς ἐπισκέψωμαι», μονονουχὶ τοῦτο λέγων, ὅτι σὺ μὲν ὁ τῆς αἱρέσεως πρό μαχος, ῥητὰ μιγνύων καὶ ἄρρητα, καὶ ταράσσων πάντα φύρδην καὶ ξυγκυ κῶν, ῥᾳδίως τοῖς λεγομένοις ἐπιπηδᾷς, καὶ ἀνεξετάστως ἀίδιον ἀποφαίνῃ τὴν γέννησιν· ἐγὼ δὲ νῦν τέως οὐδεμιᾷ τίθεμαι τῶν φωνῶν, ἢ ὅτι μόνως γεγέννηκεν ἢ ὅτι μόνως γεννᾷ. ἀκούω γὰρ ἀμφοτέρων τῶν φωνῶν κειμέ νων παρὰ τῇ γραφῇ. «ἐγέννησέ» τε γὰρ ὁ πατὴρ τὸν υἱόν, καὶ ὁ αὐτὸς οὗτός φησι γεννᾶσθαι παρὰ τοῦ πατρὸς πρὸ πάντων βουνῶν. οὐδὲν οὖν σοι περὶ τούτου ἀποφανοῦμαι τὰ νῦν, «ἕως ἂν τὸ «πρὸ πάντων βουνῶν γεν νᾷ με» ἐπισκέψωμαι ἀκριβῶς», ὃ δὴ τῷ Σολομῶντι παροιμιάζοντι εἴρηται. Ἀλλὰ τί ἐπισκέψῃ, θεολογικώτατε, ἢ τί πολυπραγμονήσεις περὶ τῆς λέξεως; αὐτόθεν γὰρ ἡ φωνὴ τοῦ «γεννᾷ με» παρατατική πώς ἐστι καὶ ἐνέστηκεν, ὥστε καὶ ἀίδιος. ἀλλὰ πρὸς τοῦτο, εἴ γε παρῆν, ἀπελογήσατο ἂν μεγαλοφυῶς, ὅτι ἀμφίβολος ἡ φωνή· καθὸ μὲν γὰρ παρατέταται, ἀιδίου δόξαν εἰσάγει, καθὸ δὲ «πρὸ πάντων βουνῶν» λέγεται, περιώρισται τῇ ποιήσει τῶν βουνῶν καὶ τετελείωται. ὁ οὖν ἐντεῦθεν ἀίδιον τὴν γέννη σιν τιθέμενος τὴν τοῦ πεπαροιμιασμένου λόγου ἠγνόησε δύναμιν. σὺ δὲ ὅρα ὅτι τολμηρὸν τέως φαίνεται τῷ πατρὶ καὶ τὸ μόνως λέγειν γεννᾶσθαι καὶ τὸ μόνως γεγεννῆσθαι· ἀμφότερα γὰρ προσαρμόζειν δεῖ τῷ λόγῳ ὑπερφυῶς καὶ ὡς οὐκ ἄν τις ἐπιχειρήσειεν· ἡμεῖς μὲν γὰρ τικτόμενοι οὐ τετέγμεθα, τεχθέντες δὲ οὐ τικτόμεθα, καὶ κινούμενοι μὲν οὐ κεκινήμεθα, κινηθέντες δὲ οὐ κινούμεθα, καὶ ποιοῦντες μὲν οὐκ ἐποιήσαμεν, ποιήσαν τες δὲ οὐ ποιοῦμεν. «ὁ» δὲ «ἐπὶ πάντων θεὸς» καὶ γεννᾷ καὶ γεγέννηκεν, ὣς δὲ καὶ ὁ υἱὸς καὶ ἐγεννήθη καὶ γεννᾶται, καὶ ἀμφοτέραις ταῖς φωναῖς τὰ ἱερὰ κέχρηται λόγια. Ὁ μὲν οὖν μέγας οὗτος πατὴρ πάνυ εὐλαβῶς τῶν θείων ἁπτόμενος οὕτω διαιτᾷ ταῖς φωναῖς· ἡμεῖς δὲ οὐδὲν ἧττον τῆς αὐτῆς εὐλαβείας ἐχόμενοι, ἐπιστομίσωμεν κἀνταῦθα τὸν προήγορον τῆς αἱρέσεως, ἵνα μὴ τὸ μὲν αὐτῷ τῶν ἐρωτημάτων λελυμένον εἴη, τὸ δὲ ὡς ἄπορον ἄλυτον. «εἰ μὴ πέπαυται τοῦ γεννᾶν» φησίν «ὁ θεός, ἀτελὴς ἡ γέννησις». οὔκ, ὦ λῷστε, ἀλλὰ διὰ τοῦτο τελεία, ὅτι μὴ πέπαυται· ἐπεὶ μηδ' ὁ νοῦς πέπαυται τὸν λόγον γεννῶν, καὶ οὐ διὰ τοῦτο ἀτελὴς ἡ τοῦ νοῦ γέννησις, γεννᾷ δὲ καὶ ἡ ζωὴ τὸ ἀείζωον, καὶ οὐκ ἔστιν ὅτε παύσεται τοῦ γεννᾶν, ἵνα μὴ τὸ ἀείζωον κενῶς ᾖ {τὸ} λεγόμενον, ἄζωον ποτὲ καταλειφθέν. καθόλου δὲ τὰ αἴτια οὐδέποτε ἀφίησι τὰ ἐξ αὐτῶν γινόμενα, ἀλλὰ καὶ τὰ αἰτιατὰ καὶ ἐν τοῖς αἰτίοις εἰσὶ καὶ ἀπ' ἐκείνων πρόεισι καὶ πρὸς αὐτὰ ἐπανέρχεται. οὔκουν ἀτελὴς ἡ γέννησις τοῦ υἱοῦ γεννωμένου· τοῦτο γὰρ αὐτὸ βούλεται ὁ πατήρ, γεννᾶν τὸν υἱόν, ἵνα συνημμένον ᾖ τὸ αἴτιον τῷ αἰτιατῷ. Βούλει μαθεῖν ἐφ' ὧν ἐστιν ἡ κίνησις ἀτελής; ἐπὶ τῶν