128
80.1301 τηκομένου διαλυθήσονται, καὶ τῆς ζωῆς στερηθήσον ται. Τοῦτο γὰρ εἶπε· "Καὶ οὐκ εἶδον τὸν ἥλιον·" ὡς τῶν τελευτώντων τὴν ἡλιακὴν οὐ δυναμένων ἰδεῖν ἀκτῖνα. ιʹ. "Πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας ὑμῶν τὴν ῥά μνον, ὡσεὶ ζῶντας ὡσεὶ ἐν ὀργῇ καταπίεται αὐ τούς." Ὁ δὲ Σύμμαχος σαφέστερον τοῦτο ἡρ μήνευσε· Πρὶν ἢ αὐξηθῶσιν αἱ ἄκανθαι ὑμῶν, ὥστε γενέσθαι ῥάμνον, ἔτι ζῶντας ὡς ὁλόξηρον λαί λαψ ἀρεῖ. Ὃ δὲ λέγει, τοῦτό ἐστι. Πᾶσαν μὲν ἁμαρτίαν ἄκανθαν ἡ θεία Γραφὴ καλεῖ· ἡ δὲ ῥά μνος ἄκανθα μέν ἐστι, μεγίστη δὲ, καὶ δένδρον μι μουμένη [καὶ ἰὸν χαλεπώτατον βάλλουσα]. Ἀπει λεῖ τοίνυν ἡ πρόῤῥησις, καὶ τῷ Σαοὺλ, καὶ τοῖς ἐκεί νου συνεργοῖς, ταχεῖαν τὴν τιμωρίαν. Πρὶν γὰρ, φησὶν, αὐξηθῇ ὑμῶν ἡ πονηρία, ὥστε ῥάμνῳ ἀπει κασθῆναι, τοῦτ' ἔστι, τῇ μεγίστῃ ἀκάνθῃ, [ἥτις ἐστὶ φαυλοτάτη κακία,] θεήλατος ὑμᾶς πληγὴ κατα λήψεται, καὶ φρούδους ἐργάσεται. Τοῦτο γὰρ εἶπε, καταπίεται. Καθάπερ γὰρ τὸ [ὑπὸ τῶν μυλῶν τῶν ὀδόντων λεπτυνόμενον καὶ] καταπινόμενον ἀφανὲς λοιπὸν γίνεται, οὕτω καὶ ὑμεῖς, φησὶ, παραδοθήσεσθε λήθῃ· ὅπερ δὴ καὶ συνέβη. Μετ' ὀλίγον γὰρ χρόνον, ἐν τῷ τῶν ἀλλοφύλων πολέμῳ δεξάμενος τὴν πληγὴν, οὐκ ἔτι τὴν πονηρίαν ἐπηύξησεν [ὁ Σαοὺλ], ἀλλ' ἄκων τὸν κατὰ τοῦ ∆αβὶδ κατέλυσε πόλεμον. ιαʹ. "Εὐφρανθήσεται δίκαιος, ὅτ' ἂν ἴδῃ ἐκδίκησιν· τὰς χεῖρας αὑτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτω λοῦ." Εὐφραίνεται δὲ ὁ τῆς ἀρετῆς φροντιστὴς, τὸν τῆς κακίας ἐργάτην ὁρῶν κολαζόμενον· οὐκ ἐπι τωθάζων ἐκείνῳ, ἀλλὰ τὴν θείαν ὁρῶν προμή θειαν, παρορᾷν οὐκ ἀνεχομένην τοὺς ὑπ' ἐκείνων ἀδικουμένους. Τὰς δὲ χεῖρας αὑτοῦ νίπτεται, οὐ τῷ αἵματι ταύτας φοινίττων καὶ μολύνων· ἀλλὰ δει κνὺς ἑαυτὸν ἀθῶον, καὶ τῆς ἐκείνου πονηρίας κεχω ρισμένον. Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, ἐν τῷ αἵμα τι νίπτεται, ἀλλ' ἐπὶ τῷ αἵματι νίπτεται, ὡς οὐ δεμίαν πρὸς ἐκεῖνον ἐσχηκὼς κοινωνίαν. ιβʹ. "Καὶ ἐρεῖ ἄνθρωπος, Εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ; ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ." Τὸ ἄρα ἐνταῦθα ἀποφαντικῶς κεῖται· λέγει δὲ, ὅτι πᾶς ὀρῶν τὸν δυσσεβείᾳ συνεζηκότα ποινὴν τίσαντα κατὰ τόνδε τὸν βίον, ὁμολογήσει καὶ Θεὸν εἶναι, καὶ ἐφ ορᾷν τὰ γινόμενα, καὶ σοφῶς ἅπαντα πρυτανεύειν· καὶ τοῖς μὲν δικαίοις τοὺς καταλλήλους ἀπονέμειν 80.1304 καρποὺς, τοὺς δὲ τἀναντία προελομένους δί κας εἰσπράττειν, καὶ τὰς ἀξίας τιμωρίας ἐπ άγειν.
ΕΡΜΗΝ. ΤΟΥ ΝΗʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, Μὴ διαφθείρῃς, τῷ ∆αβὶδ εἰς στηλογραφίαν. Ὁπότε
ἀπέστειλε Σαοὺλ, καὶ ἐφύ λαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν." Φθόνῳ δουλεύων ὁ Σαοὺλ τὸν τοῦ ∆αβὶδ ἐτύρευε θάνατον· καί ποτε συνεστιώμενον ἠβουλήθη κατακοντίσαι τῷ δόρατι. Ἐκκλίναντα δὲ, καὶ διαφυγόντα τὸν θάνατον, ἐπεχείρησε πάλιν χειρώσασθαι, καί τινας ἀποστεί λας, τὴν οἰκίαν φρουρῆσαι προσέταξε, προφανῆ τὴν δυσμένειαν δείξας. Ἀλλ' ἡ μὲν τοῦ ∆αβὶδ γα μετὴ, τοῦ δὲ Σαοὺλ θυγάτηρ, γνώριμον μὲν τοῦτο ποιεῖ τῷ ὁμοζύγῳ, καὶ διά τινος αὐτὸν ἀποδρά ναι παρασκευάζει φωταγωγοῦ. Τὰ κενοτάφια δὲ λαβοῦσα (οὕτω γὰρ ἡ ἱστορία διδάσκει) σχηματίζει τὴν κλίνην, καὶ ἀῤῥωστοῦντος εἰκόνα διὰ τῶν ἱμα τίων διατυποῖ· καὶ δείκνυσι πόῤῥωθεν τοῖς φρου ρῆσαι προστεταγμένοις, ὑπό τινος τὸν ∆αβὶδ ἐν οχλεῖσθαι νοσήματος λέγουσα. Ταῦτα μὲν νύκτωρ ἐγέ νετο· ἡμέρας δὲ γενομένης, κατάδηλον τῷ Σαοὺλ καὶ τοῖς δορυφόροις τὸ δράμα ἐγένετο. Τηνικαῦτα τοίνυν ὁ μακάριος ∆αβὶδ, τὴν ἐπιβουλὴν ἐκείνην δια φυγὼν, τὸν ψαλμὸν τοῦτον συνέγραψεν. Ἀλλὰ τῶν μὲν τότε γενομένων ὀλίγα λέγει, τὰ δὲ πλείονα προ λέγει, τοῦ θείου Πνεύματος τὴν αἴγλην δεξάμενος, καὶ τὴν κατὰ τοῦ Σωτῆρος [Θεοῦ] ἡμῶν τῶν Ἰου δαίων προθεασάμενος λύτταν. Καὶ γὰρ οἱ Ἰου δαῖοι τὸν δεσποτικὸν διὰ στρατιωτῶν φυλάξαντες τάφον, ἡμέρας γενομένης, τὰ μὲν ἱμάτια εὗρον, τὸν δὲ φυλαττόμενον οὐκ ἔτι εἶδον νεκρόν· ἀνέστη γὰρ καταλύσας τοῦ θανάτου τὸ κράτος.