128
ἐπιστολὴν παρὰ τῶν ἀδελφῶν σου, ἀποπήδησον, ἀναχώρησον ἐκ τῆς κατάρας τοῦ Κυρίου, ἐκ τοῦ αἰωνίου οὐαί· σύμμιξον σεαυτὸν ἀδελφῷ σου, ἵνα διαλλαγῇ Χριστὸς ἐπὶ σοί, ὅπως παύσῃς τὸ ἄλγος μου τοῦ ἁμαρτωλοῦ, ἵνα καταλύσῃς τὸ σκάνδαλον τοῦ σατανᾶ, ᾧτινι ἐφιλιώθης. μὴ παρακούσῃς θεοῦ· πῦρ γὰρ ὁ θεὸς ἡμῶν καταναλίσκον. ἐπεὶ αὕτη ἡ φωνή σοι, ἣν ὁ Μέγας Βασίλειος πρός τινα ὁμοίως σοι συνοικοῦντα γυναικὶ εἴρηκεν· ἀνάθεμα ἔσῃ παντὶ τῷ λαῷ, καὶ οἱ δεχόμενοί σε ἐκκήρυκτοι ἔσονται. ὅπερ ἀπείη ἐν σοί, τέκνον μου Θεόφιλε, καὶ λέγειν καὶ ἐννοεῖν. 167 {1Πασαρίωνι τέκνῳ}1 Μαθὼν ὅτι ἀπέστης ἐξ οὗ ἦς ἕως τοῦ παρόντος τόπου καὶ κατῆλθες πρὸς τὸν οἰκονόμον, τέκνον, ζητῶν τὸ καλῶς πορεύεσθαι, ἐδόξασα τὸν ἀγαθόν μου θεόν, ἀποβαλὼν τὸ λυπηρόν· καὶ γὰρ οὐ μικρὸν ἐλυπούμην ὅτι ἐνέμεινες παρὰ τὴν ἐντολὴν ἐκεῖσε, μὴ συνελθὼν ἐν καιρῷ τοῦ διωγμοῦ καὶ τῆς περιστάσεως ἡμῶν ἕνεκεν τῆς ἀληθινῆς ἡμῶν λατρείας, καίπερ ὢν ἐκ τῶν κεφαλῶν καὶ δυναμένων βοηθεῖν ἔργῳ καὶ λόγῳ. ἀλλ' ὅμως ἐγένετο καὶ ὁ θεὸς συγχωρήσοι σοι. Νῦν οὖν, τέκνον μου ἀγαπητόν, περιπάτησον εὐαγῶς, ἀνοικοδομῶν τὴν βραδυτῆτά σου εἰς τὴν τῶν ἀδελφῶν σου καὶ ἑτέρων ὠφέλειαν, μέχρι θανάτου ἐγκαρτερῶν καὶ μὴ προδιδοὺς τὸν Χριστόν. μόνος μὴ εἶ, ἀλλὰ μεθ' ἑνὸς ἢ καὶ πρός, μετ' ἐκείνου δὲ πάντως τοῦ αἱρουμένου, εἴ τις ἂν εἴη· ὁριστικῶς γὰρ οὐχ οἷόν τε ἐπιτρέψαι με. Μνημονεύων μοι μὴ διαλείποις· ἀσπάζονταί σε οἱ ἀδελφοί σου. 168 {1Λαυρεντίῳ τέκνῳ}1 Τίς ἐστιν ἡ τοσαύτη χάρις σοι, τέκνον, ἵνα ἐκκαλεῖταί με ὁ οἰκονόμος ὑπὲρ αὐτοῦ εὐχαριστίας σοι προσφέρειν; ὅλως οὐχ ὑπὲρ ἐκείνου μόνον, ἀλλὰ καὶ ὑπὲρ ἐμαυτοῦ καὶ γράφω καὶ ἐπαινῶ καὶ εὔχομαί σοι, ὅτι ὡς ἀληθῶς πιστὸς υἱὸς εἶ, φιλοπάτωρ, φιλάδελφος, δεικνύων αὐτοῖς ἔργοις. τίς γὰρ πρῶτόν σου ἐπεσκέψατό με τὸν ἁμαρτωλὸν ἐνταῦθα; τίς δὲ τὸν οἰκονόμον ἢ ἐθεώρησεν ἢ ἐπέδωκεν διάθεσιν ἀγάπης ἔμπρακτον; καὶ γάρ ἐστι πρῶτος ἀδελφός, καὶ ὁ ἐκείνῳ ποιῶν τι ἐμοὶ ποιεῖ· οὐχ ὅτι καὶ αὐτοὶ πάντες οὐκ ἐστὲ σπλάγχνα μου (ἐστὲ γάρ), ἀλλ' ὅτι ἐκεῖνος τιμιώτερος, τὸ πρόσωπον τῆς ταπεινώσεώς μου φέρων κατὰ τὸ δίκαιον. Εὐλογημένος εἶ, υἱέ μου ποθητέ, καὶ εὐλογημένη ἡ ὑποταγὴ καὶ ὑπακοή σου. προσεύχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ ἵνα σῴζωμαι ἐν πᾶσιν. ἐξ ἐμοῦ προσαγόρευσον τὸν ἀδελφόν μου καὶ ἀγαπητὸν υἱὸν ∆ιονύσιον καί, εἴ τις ἔστιν ἄλλος φυλάττων μυστήριον τῶν τέκνων μου, κἀκεῖνον ἄσπασαι. παρακαλῶ δέ, τὸν Ἀρκάδιον, ἐὰν οὐ συμπίῃ ὅπου ἐστί, παράλαβε αὐτὸν ὡς ἀπ' ἐμοῦ καὶ περίσωσον αὐτόν. μισθὸν ἔχεις. 169 {1Ἀθανασίῳ ἡγουμένῳ}1 Καὶ αὕτη σου ἡ ἐπιστολὴ θεοχάρακτος, εὐφράνασα μὲν ἡμᾶς τοὺς ταπεινοὺς ἐπὶ τῇ ὑγιείᾳ καὶ εὐανδρίᾳ σου, λυπήσασα δὲ ἐπὶ τοῖς ἐπαίνοις καὶ ἐγκωμίοις, οἷς κατασεμνύνεις ἡμᾶς τοὺς ἀσέμνους καὶ ἀτημελεῖς καὶ μηδ' ὁτιοῦν πεποιηκότας ἀγαθὸν ἐπὶ γῆς· λέγουσι μὲν γὰρ τοῦτο ἐκ ταπεινώσεως οἱ ἅγιοι, ἐγὼ δὲ ὁ ἁμαρτωλὸς ἐξ ἀληθείας. ἀλλ' ἡ φιλία τῆς πατρικῆς σου ἁγιωσύνης τὰ οὐκ ὄντα προσάπτει ἡμῖν, ἵνα πάντως βελτίους ποιήσῃ, ἐπειδὴ πολλάκις καὶ ἔπαινος ὀνίνησι. Χάρις οὖν τῷ ἁγίῳ θεῷ ὅτι εὐψύχως φέρεις τὰ δεσμὰ καὶ τὴν φρουράν, γενναῖε Χριστοῦ στρατιῶτα. τὰς γὰρ θείας προθυμίας καὶ ἀγάπας σου οἱονεὶ πυροβολεῖς διὰ τῶν τιμίων λόγων σου καὶ τὸ κάλλιστον, ὅτι μετὰ γνώσεως καὶ ἀνηγμένης θεωρίας, ἥν σοι παρέσχεν ἡ ἐκ μέσου ἀποπήδησις καὶ ἐφ' ὕψους ἀναδρομὴ τῆς Χριστοῦ ὁμολογίας· ἐν ᾗ καὶ περιφυλαχθείης τέλεον, φρυκτωρῶν ὡς ἑῷος ἀστὴρ τοῖς ἐν νυκτομαχίᾳ τῆς αἱρέσεως, τάχα δὲ καὶ ὡς στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, ὑποστηρίζων τοὺς χαύνους καὶ ὀκλάζοντας. ἀλλὰ μὴν καὶ ὡς βραχίων ὑψηλὸς χεῖρα ὀρέγοι τοὺς ὑποπεπτωκότας καὶ ὀλισθήσαντας. καὶ τοῦτο ἐδήλωσεν ἡμῖν τὸ πρὸς τὸν Φωτεινουδίου γραμματεῖον· εὖ ἔπραξας, εἴπερ καὶ ἀνύσειέν τι· τέως δ' οὖν αὐτὸς τὸ δέον ἐπλήρωσας. σκεπτέον δὲ τὸ ἐγχείρημα μήπως πρὸς τὸ μηδὲν ὀνῆσαι ἔτι καὶ βλάβης αἴτιον εἴη, ἐκφερομυθοῦντος τὸ γράμμα τοῦ δεχομένου κἀντεῦθεν