1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

128

θεραπείαις τιμῆσαι. Τῷ δ' αὐτῷ ἔτει κατέδειξεν ὁ βασιλεὺς Μαυρίκιος γενέσθαι εἰς 266 τὴν μνήμην τῆς ἁγίας θεοτόκου τὴν λιτὴν ἐν Βλαχέρναις καὶ ἐγκώμια λέγειν τῆς δεσποίνης, ὀνομάσας αὐτὴν Πανήγυριν. Κόσμου ἔτη ϛπαʹ. Τῆς θείας σαρκώσεως ἔτη φπαʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ζʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ιζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. ιʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. ιθʹ. Τούτῳ τῷ ἔτει τεκνοποιηθεὶς ὁ βασιλεὺς Μαυρίκιος Χοσρόην, τὸν βασιλέα Περσῶν, ∆ομετιανόν, ἐπίσκοπον Μελιτηνῆς, πρὸς αὐτὸν ἐξέπεμψεν, τὸν ἴδιον συγγενῆ, σὺν Ναρσῇ, τὴν ἡγεμονίαν τοῦ πολέμου τούτῳ καταπιστεύσας. οἵ τινες παραλαβόντες τὸν Χοσρόην καὶ πάσας τὰς Ῥωμαϊκὰς δυνάμεις εἰς τὴν Περσίδα εἰσβάλλουσιν. ὁ δὲ Βαρὰμ τοῦτο μαθών, τὰς περὶ αὐτὸν δυνάμεις ἀναλαβὼν ἐν τόπῳ Ἀλεξανδρινῆς ὀνομαζομένῳ ἐστρατοπέδευσεν, κωλύειν οἰόμενος τὰ ἐκ τῆς Ἀρμενίας ἐρχόμενα στρατεύματα τοῦ μὴ ἑνωθῆναι τῷ Ναρσῇ. ἐκέλευσε γὰρ Μαυρίκιος Ἰωάννην τὸν Μυστάκωνα, τὸν τῆς Ἀρμενίας στρατηλάτην, ἀναλαβεῖν τὰ στρατεύματα καὶ ἑνωθῆναι τῷ Ναρσῇ, τοῦ ἅμα συστήσασθαι τὸν πρὸς τὸν Βαρὰμ πόλεμον. διὰ δὲ τῆς νυκτὸς ἡνώθησαν πᾶσαι αἱ Ῥωμαϊκαὶ δυνάμεις καὶ παρετάξαντο κατὰ Βαράμ. ὁ δὲ Βαρὰμ πρὸς τὸ ὄρος ἐστρατοπέδευσε δειλίᾳ κατεχόμενος. πολέμου δὲ φοβεροῦ κροτηθέντος, ὁ Ναρσῆς τῶν Ἰνδικῶν καταφρονήσας θηρίων τὴν μέσην τῶν βαρβάρων διέλυσε φάλαγγα. τούτου δὲ γενομένου καὶ αἱ λοιπαὶ τοῦ Βαρὰμ ἠσθένησαν φάλαγγες, καὶ γίνεται τοῦ τυράννου μεγάλη φυγή. ὁ δὲ Ναρσῆς ἀκατασχέτως διώκων ἀνῄρει τοὺς Πέρσας, ἓξ δὲ χιλιάδας ζωγρήσας πρὸς Χοσρόην δεσμίους ἤγαγεν· ὁ δὲ Χοσρόης πάντας ἀνεῖλε τῷ δόρατι. ὅσοι δὲ Τοῦρκοι ἐτύγχανον, τούτους τῷ αὐτοκράτορι εἰς Βυζάντιον ἔπεμψεν. τῶν δὲ Τούρκων ἐν τοῖς μετώποις τὸν τύπον τοῦ σταυροῦ διὰ μέλανος κεντητοῦ ἐχόντων, ἐρωτωμένων ὑπὸ τοῦ αὐτοκρά267 τορος, ποίῳ τρόπῳ τοῦτο τὸ σημεῖον ἐπιφέρονται; οἱ Τοῦρκοι ἔφασκον πρὸ πολλῶν χρόνων λοιμὸν ἐν Τουρκίᾳ γενέσθαι, τινὰς δὲ τῶν ἐν αὐτοῖς Χριστιανῶν ὑποθέσθαι τοῦτο ποιῆσαι, ὡς ἐντεῦθεν σωτηρία κατὰ τὴν χώραν ἐγένετο. ὁ δὲ στρατὸς τῶν Ῥωμαίων τὴν σκηνὴν τοῦ Βαρὰμ καὶ τὸ τοῦλδον παραλαβόντες μετὰ τῶν ἐλεφάντων τῷ Χοσρόῃ προσήνεγκαν. ὁ δὲ Βαρὰμ ἐπὶ τὰ ἐνδότερα μέρη τῆς Περσίδος τὴν φυγὴν ἐποιήσατο καὶ οὕτως ὁ κατ' αὐτὸν διαλύεται πόλεμος. ὁ δὲ Χοσρόης μεγάλην νίκην ἀναδησάμενος τὸν ἴδιον ἀπέλαβε θρόνον καὶ ἐπινίκια εἱστία Ῥωμαίους. ὁ δὲ Ναρσῆς ἀναζευγνύων ἐπὶ τὰ ἴδια τῷ Χοσρόῃ ἔλεγεν· "μέμνησο, Χοσρόη, τῆς παρούσης ἡμέρας. Ῥωμαῖοί σοι τὴν βασιλείαν χαρίζονται." Χοσρόης δὲ τὴν δολοφονίαν δεδοικὼς ἐζήτει Μαυρίκιον χιλίους Ῥωμαίους εἰς φυλακὴν αὐτοῦ ἔχειν· ὁ δὲ Μαυρίκιος ἀγάπην πολλὴν πρὸς τὸν βάρβαρον κεκτημένος ἐπλήρου τὸ αἴτημα αὐτοῦ. καὶ οὕτως ὁ Περσικὸς τῶν Ῥωμαίων κατεπέπαυτο πόλεμος. Κόσμου ἔτη ϛπβʹ. Τῆς θείας σαρκώσεως ἔτη φπβʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ηʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. θʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ιηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. ιαʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. κʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαρτίῳ κϛʹ, ἰνδικτιῶνος ηʹ, τῇ ἡμέρᾳ τοῦ ἁγίου πάσχα χρόνων τεσσάρων ἥμισυ ἐστέφθη Θεοδόσιος, ὁ υἱὸς τοῦ Μαυρικίου, ὑπὸ Ἰωάννου, πατριάρχου Κωνσταντινουπόλεως. τῷ δ' αὐτῷ ἔτει ὁ αὐτοκράτωρ Μαυρίκιος τὴν ἐκκλησίαν τῶν ἁγίων τεσσαράκοντα, ἣν ἀπήρξατο κτίζειν Τιβέριος, ἀνεπλήρωσεν ἐν τῇ Μέσῃ οὖσαν, ὅνπερ τόπον ἔλεγον πρώην εἶναι πραιτώριον. εἰρήνης δὲ βαθείας τὴν ἀνατολὴν καταλαβούσης, Ἀβαρικὸς ἐπὶ τὴν Εὐρώπην ἐκύμαινε πόλεμος. διὰ τοῦτο ὁ αὐτοκράτωρ Μαυρίκιος τὰς δυνάμεις ἀπὸ ἀνατολῆς ἐπὶ τὴν Θρᾴκην μετήγαγεν. 268 θʹ. γʹ. ιʹ. ιθʹ. ιβʹ. καʹ. Τούτῳ τῷ ἔτει ἀρχομένου τοῦ ἔαρος, καὶ τῶν