1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

129

τυγχάνει ἔχων, οὕτως καὶ ἡ πᾶσα κτίσις τῷ ἀπὸ γῆς γενομένῳ ἀνθρώπῳ χαίρουσα δουλεύει, εἰς τὴν ἐκείνου ἀφορῶσα τιμήν), ἰδὲ οἵῳ θεῷ, Σίμων, ἀχαριστεῖν ἡμᾶς πεῖσαι θέλεις· καὶ βαστάζει σε ἡ γῆ, ἴσως δὲ ἰδεῖν βουλομένη τίς σοι τὰ ὅμοια φρονεῖν τολμήσοι. πρῶτος γὰρ ἐτόλμη- σας, ὃ μηδεὶς ἐτόλμησεν· πρῶτος ἐφθέγξω, ἃ πρώτως ἠκούσαμεν. πρῶ- τοι καὶ μόνοι ἡμεῖς ἐπὶ τοιαύτῃ σου ἀσεβείᾳ τὴν ἄπειρον τοῦ θεοῦ μακρο- θυμίαν ἱστορήσαμεν καὶ οὐκ ἄλλου τινὸς ἢ τοῦ κτίσαντος τὸν κόσμον, εἰς ὃν ἀσεβεῖν ἐτόλμησας. καὶ χάσματα γῆς οὐκ ἐγενήθη καὶ πῦρ ἀπ' οὐρανοῦ οὐ κατεπέμφθη καὶ εἰς ἐμπρησμὸν ἀνδρῶν οὐκ ἐπεξῆλθεν καὶ ὑετὸς οὐκ ἐπεχέθη καὶ θηρῶν πλῆθος ἀπὸ δρυμῶν οὐκ ἐπέμφθη, καὶ ἐπ' αὐτοὺς ἡμᾶς διὰ ἕνα ἁμαρτάνοντα ὡς ἐπὶ μοιχείας πνευματικῆς τῆς κατὰ σάρκα χείρονος ὑπαρχούσης ἡ θεοῦ ὀργὴ ὀλέθριος οὐκ ἤρξατο. οὐ γάρ ἐστιν ὁ τότε ἐπεξελθὼν τὰ ἁμαρτήματα οὐρανοῦ καὶ γῆς κτίστης θεός; ἐπεὶ καὶ νῦν τὰ μέγιστα βλασφημούμενος τὰ μέγιστα ἐπεξήρχετο. ἀλλὰ τοὐναντίον μακροθυμεῖ, εἰς μετάνοιαν καλεῖ, συντελοῦντα βέλη πρὸς συντέλειαν τῶν ἀσεβῶν ἐν τοῖς θησαυροῖς ἀποκείμενα ἔχων. ἅτινα ἐπαφήσει ὡς ζῷα ἔμψυχα, ὅταν ἀνταποδοῦναι κρίσιν τοῖς ἐχθροῖς αὐτοῦ προκαθεσθῇ. διὸ φοβηθῶμεν θεὸν δίκαιον, οὗ τὴν μορφὴν πρὸς τιμὴν τὸ ἀνθρώπου βαστάζει σῶμα. Ταῦτα τοῦ Πέτρου εἰπόντος ὁ Σίμων ἀπεκρίνατο· Ἐπειδὴ ὁρῶ σε σοφῶς αἰνισσόμενον ὅτι τὰ γεγραμμένα κατὰ τοῦ δημιουργοῦ ἐν ταῖς βίβλοις οὐκ ἀληθῆ τυγχάνει, αὔριον ἀπὸ τῶν τοῦ διδασκάλου σου λόγων δείξω τὸν δημιουργὸν μὴ ἀνώτατον λέγοντα εἶναι θεόν. καὶ ὁ Σίμων ταῦτα εἰπὼν ἐξῆλθεν. ὁ δὲ Πέτρος τοῖς παρεστῶσιν ὄχλοις ἔφη· Ὁ Σίμων κἂν μηδὲν ἕτερον περὶ θεοῦ βλάψαι ἡμᾶς δυνηθῇ, ἀλλ' οὖν γε ἐμποδίζει ὑμῖν ἀκούειν τοὺς τὴν ψυχὴν δυναμένους καθαίρειν λόγους. ταῦτα τοῦ Πέτρου εἰπόντος πολὺς ψιθυρισμὸς ἐγένετο τῶν ὄχλων λεγόντων· Τίς δὲ ἀνάγκη ἐᾶν αὐτὸν ἐνταῦθα εἰσιόντα τὰς κατὰ τοῦ θεοῦ βλασφημίας λέγειν; καὶ ὁ Πέτρος ἀκούσας ἔφη· Γένοιτο μέχρι Σίμωνος ἀρκετὸν γενέσθαι τὸν κατὰ τοῦ θεοῦ πρὸς πειρασμὸν ἀνθρώπων λόγον. «Ἔσονται» γάρ, ὡς ὁ κύριος εἶπεν, «ψευδαπόστολοι, ψευδεῖς προφῆται, αἱρέσεις, φιλαρχίαι», αἵτινες ὡς στοχάζο- μαι ἀπὸ τοῦ τὸν θεὸν βλασφημοῦντος Σίμωνος τὴν ἀρχὴν λαβοῦσαι εἰς τὸ τὰ αὐτὰ τῷ Σίμωνι κατὰ τοῦ θεοῦ λέγειν συνεργήσουσιν. καὶ ταῦτα εἰπὼν μετὰ δακρύων τῇ χειρὶ προσεκαλεῖτο τοὺς ὄχλους, οἷς προσελθοῦσιν τὰς χεῖρας ἐπιτιθῶν καὶ εὐχόμενος ἀπέλυεν, λέγων ὀρθρίτερον συνέρχε- σθαι. ταῦτα εἰπὼν καὶ στενάζων εἰσελθὼν οὔτε τροφῆς μεταλαβὼν ὕπνωσεν.