129
τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν, καὶ καθεσθέντι ἐκ δεξιῶν τοῦ θρόνου τῆς μεγαλωσύνης τοῦ παντοκράτορος Θεοῦ ἐπὶ τῶν Χερουβίμ, τῷ ἀκούσαντι· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σουή· ὃν ἐθεάσατο Στέφανος ὁ μακαριώτατος ἑστῶτα ἐκ δεξιῶν τῆς ∆υνάμεως, καὶ ἀναβοήσας εἶπεν· «Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ ὡς ἀρχιερέα πάντων τῶν λογικῶν ταγμάτων», δι' οὗ τὸ σέβας καὶ ἡ μεγαλωσύνη καὶ ἡ δόξα τῷ παντοκράτορι Θεῷ καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
ΒIΒΛIOΝ Ζ Περὶ πολιτείας καὶ εὐχαριστίας καὶ
τῆς κατὰ Χριστὸν μυήσεως α. Ὅτι δύο ὁδοί εἰσι· μία τῆς ζωῆς καὶ μία τοῦ θανάτου. β. Ἠθικαὶ παραινέσεις κυριακῶν διατάξεων συμφωνοῦσαι τῇ παλαιᾷ παρακελεύσει τῶν θείων νόμων· ἀπαγόρευσις θυμοῦ, φόνου, διαφθορᾶς, μοιχείας καὶ πάσης ἀπηγορευμένης πράξεως σοδομι τικῆς. γ. Ἀπαγόρευσις γοητείας, τεκνοκτονίας, ἐπιορκίας καὶ ψευδομαρ τυρίας. δ. Ἀπαγόρευσις κακολογίας, μήνιδος καὶ ἤθους ὑπούλου, ἀντι λογίας, ψεύδους, πλεονεξίας τε καὶ ὑποκρίσεως. ε. Ἀπαγόρευσις κακοηθείας, προσωποληψίας, ὀργῆς, μισανθρωπίας, βασκανίας. ς. Περὶ οἰωνοσκοπικῆς, ἐπαοιδῆς, κληδονισμοῦ, ἐπιθυμίας κακῶν καὶ λοιπῶν ἀπηγορευμένων. ζ. Ἀπαγόρευσις γογγυσμοῦ καὶ αὐθαδείας καὶ ὑπερηφανίας καὶ θρασύτητος. η. Περὶ μακροθυμίας, ἀκακίας, πραότητος καὶ ὑπομονῆς. θ. Ὅτι χρὴ τοὺς κατὰ Χριστὸν διδασκάλους γονέων πλεῖον ἡγεῖ σθαι· οἱ μὲν γὰρ τὸ εὖ εἶναι, οἱ δὲ τὸ εἶναι μόνον παρέχουσιν. ι. Ὅτι χρὴ μὴ ἀποσχίζειν τῶν ἁγίων, ἀλλ' εἰρηνεύειν μαχομένους, κρίνειν τε δικαίως, καὶ μὴ προσωποληπτεῖν. ια. Περὶ διψύχου ἤτοι ὀλιγοπίστου. ιβ. Περὶ εὐποιΐας. ιγ. Ὅπως δεῖ προσφέρεσθαι τοῖς οἰκέταις τοὺς κυρίους αὐτῶν, καὶ ὅπως χρὴ ὑποτάσσεσθαι τοὺς οἰκέτας. ιδ. Περὶ ὑποκρίσεως καὶ προσοχῆς νόμων καὶ ἐξομολογήσεως. ιε. Περὶ τῆς εἰς γονέας θεραπείας.