Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
πόῤῥωθεν ἀπ' ἄκρου θε- μελίου τοῦ οὐρανοῦ Κύριος, καὶ οἱ ὁπλομάχοι αὐτοῦ τοῦ καταφθεῖραι τὴν οἰκουμένην ὅλην.9 Ὡς ἀλαλαζόντων ἤδη τῶν Μήδων, καὶ τὴν τοῖς πολέμοις πρέπουσαν ἐξαιρόντων φωνὴν, ὡς ἵππου 70.353 μὲν χρεμετίζοντος καὶ διωκόντων τινῶν, τραπομένων δὲ ἤδη πρὸς φυγὴν ἑτέρων, μεγάλης τε καὶ παμμι- γοῦς διασκιδναμένης ἠχῆς, "6Φωνὴ,"6 φησὶ, "6πολλῶν ἐθνῶν ἐπὶ τῶν ὀρέων, ὁμοία ἐθνῶν πολλῶν."6 Οὐ τοιαύτη, φησὶν, ἡ φωνὴ, ὥστε καὶ εἰκάσαι τινὰς εὐαριθμήτους εἶναι τοὺς κεκραγότας, οἴεσθαι δὲ μᾶλλον καὶ ἀριθμοῦ κρείττονα τὴν τῶν βοώντων εἶναι πληθύν. Ἀποφαίνει δὲ ὁ λόγος ὁμοῦ τοῖς ὑπ- εζευγμένοις τοὺς καθηγεῖσθαι λαχόντας καταπεπλῆ- χθαι τοῖς δείμασιν. Ἐθνῶν γὰρ εἶναι καὶ βασιλέων ἰσχυρίζεται τὴν φωνήν. Οὐκοῦν εἶεν ἂν οἱ κεκραγό- τες, ὁ Βαβυλωνίων ἄπλετος δῆμος, καὶ σὺν αὐτοῖς οἱ περιφανέστεροι, δορύληπτον ἤδη γεγενημένην ὁρῶν- τες τὴν πόλιν, ἤγουν Πέρσαι τε καὶ Μῆδοι τῶν ἁλόντων καταλαλάζοντες. Αὐτοὺς δὲ, οἶμαι, καὶ ὁπλο- μάχους ἀποκαλεῖ, καὶ ἐκ γῆς πόῤῥωθεν ἐρχόμενον ἔθνος· ἀπ' ἄκρου θεμελίου τοῦ οὐρανοῦ, τοῦτ' ἔστιν, ἐξ αὐτῶν τῶν τερμάτων τῆς Μηδικῆς, καὶ τῶν ἐσω- τάτων γῆς τῆς βορειωτάτης. Ἐπειδὴ δὲ κατὰ βούλη- σιν Θεοῦ τὴν ἔφοδον ἐμελέτων ὁπλομάχους αὐτοὺς τοῦ Κυρίου καλεῖ, ἦχθαί τέ φησι πρὸς τὸ καταφθεῖραι τὴν οἰκουμένην ὅλην, καὶ οὐχὶ δὴ πᾶσαν τὴν καθ' ἡμᾶς. Οὔτε γὰρ τοῦτο γεγονὸς εὑρήσομεν παρά τε Κύρου καὶ τῶν σὺν αὐτῷ. Οἰκουμένην δὲ ἀποκαλεῖ τὴν Χαλδαίων, διάτοι τὸ πλείστην εἶναι καὶ εὐρεῖαν ἀμέτρως, καὶ οἷον οἰκουμένῃ φιλονεικεῖν, διὰ τὴν τῶν ἐνοικούντων πληθύν. 9Ὀλολύξατε· ἐγγὺς γὰρ ἡ ἡμέρα Κυρίου, καὶ συντριβὴ παρὰ Θεοῦ ἤξει. ∆ιὰ τοῦτο πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει. Καὶ ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν, ὡς γυναικὸς τικτούσης· καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἐκστήσονται, καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν.9 Ὡς ἐλπίδος ἁπάσης ἀνῃρημένης, ὡς οὐδενὸς ἔτι περιλελειμμένου τοῖς Βαβυλωνίοις, πλὴν ὅτι δὴ μό- νον τὸ χρῆναι κατολοφύρεσθαι, τὸ, ὀλολύξατε, φησί. Προστέταχε δὲ καὶ οἷον ἀπογινώσκειν τὴν σωτηρίαν, καὶ μὴ ἀνονήτοις πράγμασιν ἐπιχειρεῖν, μὴ μελε- τῶντας τὴν ἀντίστασιν, ὡς θείας αὐτοῖς ἐξωπλισμέ- νης ὀργῆς, καὶ συντριβῆς ἐπενηνεγμένης διὰ ψήφου τῆς ἄνωθεν. Ἄμαχον δὲ τὸ χρῆμα παντελῶς· "6Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;"6 κατὰ τὸ γεγραμμένον. Καὶ πάλιν· "6Ἐὰν κλείσῃ κατὰ ἀν- θρώπου, τίς ἀνοίξει;"6 Ποία γὰρ ἰσχὺς, ἢ καὶ τίνος ὅλως πολεμήσει Θεῷ; διὰ τοῦτό φησιν, ὅτι πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιά- σει· κατασείοντος γὰρ εἰς δειλίας τὰς τῶν ἀνθρώ- πων ψυχὰς τοῦ πάντα ἰσχύοντος Θεοῦ, τίς ἐνήσει τὸ θάρσος, ἤγουν εὔψυχον ἀποφανεῖ, καὶ ἱκανῶς ἔχοντα πρὸς ἀντίστασιν; Ταραχθήσεσθαι δὲ τοὺς πρέσβεις φησὶ, καὶ ὠδῖσιν αὐτοὺς ὡς γυναικὸς τικτούσης περιπεσεῖν, συμφοράσειν δὲ ἕτερος πρὸς τὸν ἕτερον, καὶ μὴν καὶ ἐκστήσεσθαι, καὶ τὸ πρόσ- ωπον αὐτῶν ὡς φλόγα μεταβαλεῖν. Πρέσβεις δὲ, οἶμαι, φησὶ, τοὺς τῶν εἰδώλων ἱερουργοὺς, τοὺς τῇ 70.356 μάγῳ τέχνῃ διαπρεπεστάτους παρὰ τοῖς Βαβυλω- νίοις, τοὺς τῶν δαιμονίων θεραπευτὰς, οἳ κατά γε τὸ εἰκὸς τῆς ἐφόδου μελετωμένης ἀφίξεσθαι τῶν Μή- δων Κύρῳ τε ὁμοῦ καὶ Πέρσαις προσδοκωμένων, κατεμαντεύοντο τὰ χρηστὰ, καὶ τὰς παρὰ τῶν δαι- μονίων ἐκάλουν ἐπικουρίας, λιτὰς ἀνατείνοντες καὶ γέρα προσεπάγοντες τὰ νενομισμένα, τελετὰς δῆλον ὅτι καὶ τὰς βεβήλους θυσίας, πρεσβεύειν τε ὑπὲρ ἁπάσης τῆς χώρας ὑπισχνούμενοι. Οὗτοι τοίνυν, φησὶν, οἱ τῶν δαιμονίων θεραπευταὶ καὶ ἱκέται, οἱ τὰς ὑπὲρ πάντων τελοῦντες θυσίας, ὅταν ἴδωσιν ἀντεστραμμένα πρὸς τὰ παρ' ἐλπίδα τὰ πράγματα αὐτοῖς, ταραχθήσονταί τε καὶ ἐν ὠδῖσιν ἔσονται πι- κραῖς, συμφοράσουσίν τε ἕτερος πρὸς τὸν ἕτερον, τοῦτ' ἔστιν, ἀλλήλοις ἐπιφωνήσουσι τὰ ὡς ἐξ ἀκρά- του συμφορᾶς, τὸ, οὐαὶ, δηλονότι καὶ τὰ παραπλήσια. Ὥσπερ δὲ ὑπὸ φλογὸς μεταβαλοῦσι τὸ πρόσωπον. Φιλεῖ γάρ πως τὸ τῶν ἀθυμούντων