Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
καὶ ἀναφορὰ καὶ ὁλοκαυτώματα, καὶ ταῦτα δικαιοσύνη. Τότε ἀνοίσουσι ἐπὶ τὸ θυσιαστήριόν σου μό σχους. (A f. 292 b, B f. 203, K f. 100 b.) Ἱερὸν μὲν ζῶον καὶ κατὰ νόμον ὁ μόσχος· προσκομίζεται γὰρ εἰς θυσίαν ὡς καθαρὸν, μεῖζόν γε μὲν καὶ αἰγὸς καὶ προβάτου· μεγέθει σώματος εἰς τύπον καὶ αὐτὸ τῆς τελεωτάτης θυσίας, καὶ τῆς εἰς λῆξιν ἰούσης εὐ οσμίας, δῆλον δὲ ὅτι τῆς νοητῆς. Ὁ γὰρ τοῦ σώματος ὄγκος εἰκὼν ἂν εἴη τῆς πνευματικῆς ποσότητος τῆς ὡς ἔν γε ταῖς ἀρεταῖς νοουμένης. "Ἀνοίσουσι δὴ οὖν, φησὶ, μόσχους ἐπὶ τὸ θυσιαστήριόν σου," τουτέστι τε λεωτάτας θυσίας. Ἢ τάχα που μόσχους, τοὺς τῶν λαῶν ἡγουμένους αἰνιγματωδῶς ἐνθάδε ὀνομάζει, διὰ τὴν πνευματικὴν καὶ νοητὴν εὐανδρίαν, ὧν ἐστι καὶ ἱερὸς βίος. Ἐφίστησι δὲ ἡμᾶς τοιαύταις ἐννοίαις ὁ πάνσο φος Παῦλος εἰπὼν γεγράφθαι ἐν τῷ νόμῳ· "Οὐ φιμώσεις βοῦν ἁλοῶντα." Εἶτα τούτοις ἐπενεγκών· "Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Ἢ δι' ἡμᾶς πάντως λέγει;" Κυρίλλου, ἐκ τῆς εἰς τὸν νʹ ψαλμόν. Ἐνταῦθά μοι θαύμαζε τὸν μακάριον ∆αβίδ. Οὐ νενίκηται παντελῶς ταῖς εἰς ἡδονὴν ἐπιθυμίαις, οὐδὲ φορτικὸν ἡγήσατο τὸν προφήτην, οὐ δεδυσφόρηκε περὶ τὸν ἔλεγχον· ἥρπασεν ὡς δῶρον τὸν ἐπανορθοῦντα λόγον· ὡμολόγηκεν εὐθὺς τὸ πλημμέλημα· τεθρήνηκεν ὑπὲρ τῆς ἁμαρτίας. Καὶ ὥσπερ τις ἡνίοχος εὐσθενὴς καὶ τεχνίτης, ταῖς τῶν ἵππων ἀκαθέκτοις ὁρμαῖς ἔξω τοῦ σταδίου παρενηνεγμένος, ἐρυθριᾷ καὶ αἰσχύνεται· οὕτω καὶ ὁ μακάριος ∆αβὶδ παρηνέχθη μὲν ἠρέμα τοῦ πρέποντος, ἀλλ' ὡς ἔφην, ἥρπασε τὴν ὑπόθεσιν, τεθρήνηκεν ὑπὲρ τῆς ἁμαρτίας.
ΨΑΛΜΟΣ ΝΑʹ.
Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν; (A f. 293. Κυρίλλου καὶ
Θεοδωρήτου.) ∆υνατὸν καλεῖ τὸν ∆ωὴκ ὡς τῷ Σαοὺλ προσῳκειωμένον, ἢ καὶ ὡς ἐν τῇ κακίᾳ πολύν· ἢ τὸν Ῥαψάκην ὡς στρα τηγεῖν πεπιστευμένον κατὰ τῆς Ἱερουσαλὴμ, ἀφ' ἧς ὡρμημένος ὑπὸ τῶν Ἀσσυρίων ᾐχμαλωτίσθη. Θαυ μάζοντος δὲ καὶ ἀποροῦντος, ὡς εἰκὸς, τὸ προοίμιον, ὅτι τοσοῦτόν τινες εἰς κακίαν προέκοψαν, ὥστε ἐφ' οἷς ἔδει πενθεῖν, ἐπὶ τούτοις καυχῶνται. Πλὴν ὅτι τὸν μὲν ∆ωὴκ ἡ ἱστορία περιέχει, Ἰούδαν δὲ τὸν προδό την αἰνίττεται, δυνατὸν λίαν ἐν κακίᾳ γενόμενον, ὡς τὸν εὐεργέτην προδοῦναι. Ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. (A f. 293 b.) Τοῦτο περὶ μὲν τοῦ ∆ωὴκ εἴρηται διὰ 69.1105 τὸ ξυρῆσαι καὶ ἐκκόψαι πᾶσαν τῶν ἱερέων τὴν πόλιν, οὕτως ὀξεῖα ἦν ἡ διαβολή· περὶ δὲ τοῦ Ῥαψάκου, ὡς ἀπατῆσαι βουλομένου τὸν λαὸν, ὥστε προδοῦναι τὴν πόλιν. Ὀξὺς δὲ ἦν καὶ ἀνεπαισθήτως τέμνων καὶ ὁ τοῦ Ἰούδα δόλος. Τί γὰρ τοῦ δόλου ἐκείνου ὀξύ τερον, ὃν τῇ γλώσσῃ τῆς προδοσίας ἀκονήσας πρὸς τοὺς συλλαβόντας τὸν Ἰησοῦν συνέθετο· "Ὃν ἂν φιλήσω, αὐτός ἐστι, κρατήσατε αὐτόν;" Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην. (A f. 294. Κυρίλλου καὶ Θεοδωρήτου.) Ἠδίκει ὁ ∆ωὴκ καταψευδόμενος τοῦ ἱερέως καὶ τὰ μὴ πρα χθέντα κατ' αὐτοῦ λέγων· τὸ γὰρ εἰπεῖν ὡς ἐπηρώ τησε τὸν Θεὸν περὶ τοῦ ∆αβὶδ, ψεῦδος ἦν καὶ οὐκ ἀλήθεια. Ἐξῆν δὲ αὐτῷ λαλῆσαι δικαιοσύνην, διδά ξαντι τὸν Σαοὺλ, ὅτι τὴν μὲν αἰτίαν τῆς ἀναχωρήσεως τοῦ ∆αβὶδ ἠγνόει ὁ ἱερεὺς, ὡς φίλον δὲ αὐτὸν ὑπεδέ χετο τοῦ βασιλέως, καὶ ὡς ἀπεσταλμένον ἐπὶ διακο νίᾳ βασιλικῇ, εἰς τιμὴν τοῦ πέμψαντος ἐδεξιοῦτο. Ταῦτα καὶ τοῦ Σατανᾶ ἰδιώματα, τὸ κακίᾳ χαίρειν, φημὶ, καὶ ἀδικίᾳ. Ἐπιτιμᾷ οὖν καὶ τοῖς Ἰουδαίοις τὴν ἐν Χριστῷ δικαιοσύνην οὐ προσιεμένοις. Ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσ σαν δολίαν. (A f. 294.) Λέγοιτο δ' ἂν ταῦτα δικαίως καὶ ἐπὶ τῶν ἀρχόντων τῶν Ἰουδαίων καὶ αὐτοῦ τοῦ Ἰούδα· δεδυσφημήκασι γὰρ κἀκεῖνοι ἀκαθέκτως εἰς τὸν Κύριον, καὶ ὁ προδότης δὲ ῥήμασιν ἐκέχρητο δόλου μεστοῖς καὶ ὑποκρίσεως. Εἶεν δ' ἂν ῥήματα καταποντισμοῦ τὰ εἰς