1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

129

τις αὐτὸ εἴτε ἕρμα εἴτε κρηπῖδα ὀνομάζων χαίρει, τῆς ἡμετέρας ζωῆς ἡ ἐξουσία, ἣν ἡμεῖς μὲν αὐτοκράτορα τῶν ἀναγκαιοτάτων τιθέμεθα, ∆ημόκριτος δέ γε, εἰ μή τι ἠπάτημαι, καὶ Χρύσιππος, ὁ μὲν δοῦ6.7.3 λον, ὁ δὲ ἡμίδουλον ἐπινοεῖ τὸ κάλλιστον τῶν ἀνθρωπίνων ἀποδεῖξαι. ἀλλὰ τούτων μὲν λόγος τοσοῦτος, ὅσον ἄν τις ἀξιώσειεν ἄνθρωπος ὢν ἀνθρώποις· 6.7.4 εἰ δ' ἤδη καὶ τὸ θεῖον ἡμῶν καταστρατεύεται, παπαῖ, οἷα πεισόμεθα. ἀλλ' οὐκ εἰκὸς οὐδὲ δίκαιον, ἀπὸ γοῦν τούτων τεκμαιρομένοις ἡμῖν· ἐχθρὲ περικτιόνεσσι, φίλ' ἀθανάτοισι θεοῖσιν, εἴσω τὸν προβόλαιον ἔχων πεφυλαγμένος ἧσο. 6.7.5 τί γάρ, φησὶν ὁ Ἀργεῖος, εἰ βουλοίμην, ἔξεστί μοι καὶ δύναμαι, εἴ μοι δόξαι, ἧσθαι καὶ πεφυλάχθαι; ἔξεστιν, εἴποις ἄν, καὶ δύνασαι· ἢ πῶς ἄν σοι τοῦτ' ἐγὼ προσέταττον; 6.7.6 Χείρωνος φίλε τέκνον ἀγακλειτοῖο Κάρυστε, Πήλιον ἐκπρολιπὼν Εὐβοίας ἄκρον ἱκέσθαι, ἔνθ' ἱερὰν χώραν κτίζειν σοι θέσφατόν ἐστιν. ἀλλ' ἴθι, μηκέτι μέλλε. 6.7.7 ἦ γὰρ ὡς ἀληθῶς ἐπ' ἀνθρώπῳ τί ἐστιν, ὦ Ἄπολλον, καὶ βουληθῆναι Πήλιον ἐκπρολιπεῖν κύριός εἰμι ἐγώ; καὶ μὴν ἤκουον παρὰ πολλῶν καὶ σοφῶν ὅτι εἴ μοι πέπρωται Εὐβοίας ἄκρον ἱκέσθαι καὶ ἱερὰν χώραν κτίζειν, καὶ ἵξομαι καὶ κτιῶ, εἴτε λέγοις εἴτε μή, καὶ εἴτε βουλοίμην εἴτε μή. εἰ δέ με δεῖ καὶ βουληθῆναι ὅ τι μοι ἀνάγκη ἐστὶ καὶ εἰ μὴ βουλοίμην βουληθῆναι, ἀλλὰ σύ, 6.7.8 ὦ Ἄπολλον, πιστεύεσθαι δικαιότερος. ἔοικα δή σοι μᾶλλον προσέξειν· ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ. Ἀγγελῶ νὴ ∆ία φήσει τάχα που τις τετυφωμένος ἢ σὲ ἐλέγχων, κἂν μὴ κελεύσῃς· πέπρωται γάρ. καὶ ἔστι Θάσος μὲν ἡ Ἠερία νῆσος· ἥξουσι δ' ἐπ' αὐτὴν Πάριοι, Ἀρχιλόχου τοῦ ἐμοῦ υἱοῦ φράσαντος ὅτι ἡ νῆσος αὕτη πρὶν Ἠερία ἐκαλεῖτο. σὺ οὖν, δεινὸς γὰρ ἐπεξελθεῖν, οὐκ ἀνέξῃ, οἶμαι, αὐτοῦ οὕτως ὄντος ἀχαρίστου καὶ θρασέος, ὅς, εἰ μὴ σὺ μηνῦσαι αὐτῷ ἐβουλήθης, οὐκ ἄν ποτε ἤγγειλεν οὐδ' ἂν Ἀρχίλοχος ὁ υἱὸς αὐτοῦ Παρίους ἐξενάγησεν οὐδ' ἂν 6.7.9 οἱ Πάριοι Θάσον ᾤκησαν. οὐκ οἶδ' οὖν εἰ σὺ λέγεις μὲν ταῦτα, οὐκ οἶσθα 6.7.9 δὲ ἃ λέγεις. ἀλλ' ἐπεὶ σχολὴν ἄγειν ἐοίκαμεν καὶ μακρὰ διαλέγεσθαι, ὁ δὲ λόγος 6.7.10 οὐ πάρεργος, ἐκεῖνό μοι λέγε ἴσως γὰρ καὶ ὀλίγα ἐκ πολλῶν ἀρκεῖ· ἆρά γέ τί ἐσμεν ἐγώ τε καὶ σύ; φαίης ἄν. τοῦτο δὲ ὁπόθεν ἴσμεν; τῷ ποτ' ἄρα τοῦτο εἰδέναι ἐκρίναμεν; ἢ οὐκ ἄλλο ἱκανὸν οὕτως ὡς ἡ συναίσθησίς τε καὶ ἀντίληψις 6.7.11 ἡμῶν αὐτῶν; τί δ', ὅτι ζῷά ἐσμεν πῶς ποτ' ἄρα ἐξεύρομεν; πῶς δ' ὅτι καὶ ζῴων, ὡς μὲν ἂν ἐγὼ εἴποιμι, ἄνθρωποι καὶ ἀνθρώπων ὁ μὲν γόης, ὁ δὲ γόητος ἀπελέγκτης· ὡς δ' ἂν σύ, ὁ μὲν ἄνθρωπος, ὁ δὲ θεός, καὶ ὁ μὲν μάν6.7.12 τις, ὁ δὲ συκοφάντης; καὶ ἔστω γέ σοι οὕτως ἔχον, ἐάνπερ ἔγωγε ἁλῶ. πῶς δ' ὅτι διαλεγόμεθα ἐν τῷ παρόντι ἐγνώκαμεν; -Τί φῄς; ἆρ' οὐκ ὀρθῶς ἐκρίναμεν τὴν ἡμῶν αὐτῶν ἀντίληψιν τῷ πάντων ἐγγυτάτῳ πράγματι αὐτῷ; - ∆ηλονότι. οὐ γὰρ ἦν ἄλλο αὐτοῦ οὔτε ἀνώτερον οὔτε πρεσβύτερον οὔτε 6.7.13 πιστότερον. ἐπεὶ εἰ μὴ οὕτως ἕξει, μήτε ἄρα ὥς σέ τις εἰς ∆ελφοὺς παραγενέσθω λοιπὸν ὄνομα Ἀλκμαίων, ἀπεκτονὼς τὴν μητέρα καὶ οἴκοθεν ἐλαυνόμενος καὶ οἴκαδε ἐπιθυμῶν. οὐ γὰρ οἶδεν οὔτ' εἰ ἔστι τι αὐτὸς τὸ παράπαν οὔτ' εἰ οἴκοθεν ἐλαύνεται οὔτ' εἰ οἴκαδε ἐπιθυμεῖ· ἀλλ' εἰ καὶ μαίνεται ὁ Ἀλκμαίων καὶ ὑπονοεῖ τὰ μὴ ὄντα, ὅ γε Πύθιος οὐ μαίνεται. μηδὲ λέγε οὕτως· νόστον δίζηαι πατρίην ἐς γαῖαν ἱκέσθαι, Ἀμφιαρηιάδη. οὐδὲ γὰρ σὺ οἶσθά πω εἴ σέ τις ἐρωτᾷ Ἀμφιαρηιάδης οὐδ' εἰ σὺ τὶ εἶ ὁ ἐρωτώ6.7.14 μενος καὶ λέγειν ἔχων περὶ ὧν τις ἐρωτᾷ. μηδὲ Χρύσιππος ἄρα ὁ τὴν ἡμιδουλείαν εἰσάγων, ὅ τί ποτέ ἐστιν αὐτὸ τοῦτο, ἀπαντάτω εἰς τὴν Στοὰν μηδ' οἰέσθω ἀπαντήσεσθαι τοὺς βλέννους ἐκείνους ὡς αὐτὸν ἀκουσομένους τὸν οὖτιν· μηδὲ διατεινέσθω περὶ μηδενὸς καταστὰς πρὸς μὲν Ἀρκεσίλαον παρόντα, 6.7.15 πρὸς δὲ Ἐπίκουρον οὐ παρόντα. τί γάρ ἐστιν ὁ Ἀρκεσίλαος, τί δὲ ὁ Ἐπίκουρος ἢ τί ἡ Στοὰ ἢ τί οἱ νέοι ἢ τίς ὁ οὖτις, οὔτ' οἶδεν οὔτε οἷος εἰδέναι· 6.7.16 πολὺ γὰρ πρότερον οὐδ' εἰ αὐτός τί ἐστιν οἶδεν. ἀλλ' οὐκ ἀνέξεσθε οὔτε ὑμεῖς οὔτε ὁ ∆ημόκριτος, εἰ λέγοι τις ταῦτα· οὐ γὰρ εἶναι πιστότερον μέτρον οὗ λέγω· οὐδ' εἰ