129
Ὑστάσπου τόν τε Ἰωακεὶμ υἱὸν Ἰησοῦ τοῦ Ἰωσεδὲκ προσεχῶς μετὰ τὸν πατέρα Ἰησοῦδιαδεξάμενον τὴν ἀρχιερωσύνην περὶ τὸ κʹ ἔτος αὐτοῦ πεπρᾶχθαι τὰ κατὰ Ἰουδήθ, ὡς ἐντεῦθεν καὶ ἕτερόν τι ζήτημα ἀναφαίνεσθαι περὶ Ἰησοῦ τοῦ Ἰωσεδέκ, ὅτι ξʹ που ἔτος ἀρχιεράτευσεν. ἀπὸ γὰρ Κύρου πρώτου ἔτους ἕως τοῦ ςʹ ἔτους ∆αρείου, ἐν ᾧ ὁ ναὸς ᾠκοδομήθη, τεσσαράκοντα ἓξ ἔτη καταριθμοῦνται. οἰκειοτέρως οὖν καταλογισθείη ἐπὶ τούτου τοῦ Ξέρξου τὰ κατὰ Ἰουδὴθ διὰ τὸ κατὰ τούτους τοὺς χρόνους τὸν Ἰωακείμ,ὡς γέγραπται, ἐκεῖσε ἀρχιερατεῦσαι. Ὁ γὰρ αὐτὸς Ξέρξης καὶ Αἴγυπτον ἀποστᾶσαν ἐπὶ ∆αρείου τοῦ πατρὸς αὐτοῦ καθυπέταξεν. αὐτὸς ἄρα ἐστὶ Ναβουχοδονόσωρ ὁ ἐν τῇ Ἰουδὴθ βίβλῳ φερόμενος, καθ' ὃν Ὁλοφέρνης ὑπ' αὐτῆς ἀναιρεῖται θεοῦ συμ μαχήσαντος.
ΡΩΜΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ῥωμαίων ιθʹ ἐβασίλευσεν Ἄγκος Μάρκιος ἔτη κγʹ. τοῦ
δὲ κόσμου ἦν ἔτος δωνγʹ. Ῥωμαίων κʹ ἐβασίλευσε Ταρκύινος ἔτη λζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωοςʹ. 284 Ῥωμαίων καʹ ἐβασίλευσε Σερούιος ὁ καὶ Σίλβιος Τοῦλλος ὁ ἐκ δούλης ἔτη μδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος διγʹ. Ῥωμαίων κβʹ ἐβασίλευσε Ταρκύινος Σούπερβος ἔτη κδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δνζʹ. Οὗτος τὸν πρὸ αὐτοῦ βασιλεύοντα Σίλβιον Τοῦλλον κηδεστὴν οἰκεῖον ὄντα ἀνελὼν ἐβασίλευσεν ἀντ' αὐτοῦ. ἀνῃρέθη δὲ καὶ αὐτὸς διὰ Ταρκύινον τὸν ἴδιον παῖδα μοιχεύσαντα Λουκρουτίαν τὴν Κολατίνου γυναῖκα ἀνδρὸς ἐπισήμου, ὃς ἅμα Βρούττῳ μετὰ τὴν Ταρκυίνου ἀναίρεσιν πρῶτος τὴν ὑπάτων ἀρχὴν ἀναδείκνυσι, μὴ δεχομένων Ῥωμαίων βασιλεύεσθαι ἕως τῆς Ἰουλίου Καίσαρος ἀρχῆς. Τινὲς βούλονται Κρόνον πρῶτον Ἀλβανὸν κρατῆσαι τῶν κατὰ τὴν ἑσπέραν τόπων. μεθ' ὅν φασι Πεῖκον υἱὸν αὐτοῦ, τὸν καὶ ∆ία, βασιλεῦσαι· εἶτα Φαῦνον ∆ιὸς υἱόν, τὸν καὶ Ἑρμῆν· ἐφ' οἷς Ἡρακλῆς ἐπανελθὼν ἀπὸ Ἱσπανίας, καὶ μετ' αὐτὸν Λατῖνος, ἐφ' οὗ Αἰνείας μετὰ τὴν ἅλωσιν Τροίας ἐλθὼν ὅπλοις καὶ πλούτῳ βασιλικῷ παρεσκευασμένος ζεύγνυται Λαβηνίᾳ θυγατρὶ αὐτοῦ καὶ βασιλεύει Λατίνων καὶ οἱ ἐξ αὐτοῦ μετ' αὐ τόν. οἱ πάντες ἕως Ῥωμύλου βασιλεῖς ιςʹ τοῦ κτιστοῦ Ῥώμης· ἀφ' οὗ οἱ πρότερον Ἀλβανοί, εἶτα Ἰταλοί, ἔπειτα Λατῖνοι, Ῥωμαῖοι μετεκλήθησαν. Ἀπὸ δὲ Ῥωμύλου ἐπὶ τὸ παρὸν κδʹ ἔτος Ταρκυίνου Σουπέρβου ἔτη μὲν γίνονται σκεʹ, ἤτοι ἀπὸ τοῦ ιγʹ ἔτους αὐτοῦ, καθ' ὃ ἔκτισε Ῥώμην, βασιλεῖς δὲ Ῥωμαίων ζʹ, μεθ' οὓς λοιπὸν ὕπατοι, ἀρξάμενοι ἀπὸ Κολατί νου καὶ Βρούττου. εἶτα δήμαρχοι καὶ δικάτωρες· μεθ' οὓς πάλιν ὕπατοι πάντες διεγένοντο ἔτεσι υογʹ, τοῦτ' ἔστιν ἀπὸ τοῦ δπαʹ κοσμικοῦ ἔτους ἕως τοῦ ευνδʹ, καθ' ὃ Γάιος Ἰούλιος Καῖσαρ ἐμονάρχησε πρῶτος. 285 ΣΠΟΡΑ∆ΗΝ Πρῶτοι ὕπατοι Ῥωμαίων Κολατῖνος καὶ Βροῦττος. Σάμου τύραννοι Πολυκράτης καὶ Συλοσῶν καὶ Παντόγνωστος ἀδελ φοὶ γεγόνασι. Θαλῆς θνήσκει. Κῦρος Σάρδεις εἷλεν. Ἅρπαγος εὐδοκιμῶν παρὰ Κύρῳ κατὰ τῆς Ἰωνίας ἐστράτευσε. Θεόγνιος ποιητὴς ἐγνωρίζετο. Πεισίστρατος Ἀθηναίων τὸ βʹ ἐβασίλευσε. Φερεκύδης ἱστορικὸς ἐγνωρίζετο Πυθαγόρου διδάσκαλος. Σιμωνίδης μελοποιὸς ἐγνωρίζετο. Φωκυλίδης καὶ Ξενοφάνης φυσικὸς τραγῳδοποιὸς ἐγνωρίζετο. Πολυκράτης Σαμίων τυραννῶν ἀνεσταυρώθη. Ἁρμόδιος καὶ Ἀριστογείτων ἀνεῖλον Ἵππαρχον τύραννον, καθ' οὓς Λέαινα ἡ ἑταίρα ὑπ' αὐτῶν ἐταζομένη κατειπεῖν τοὺς συνωμότας τὴν ἑαυτῆς ἀπέτρισε γλῶτταν. Λέαιναν μόνην ἑταίραν εἰκόνι Ἀθηναῖοι ἐτίμησαν ἐν ἀκροπόλει. ἄγλωττον δὲ Λέαιναν ταύτην παρεζωγράφησαν ἀντὶ ἐπιγραφῆς τὸ πάθος δηλοῦντες. Τιμήσεως ἐν Ῥώμῃ γενομένης εὑρέθησαν μυριάδες ιβʹ τοῦ πλήθους. Λακεδαιμόνιοι ιδʹ ἐθαλασσοκράτησαν ἔτη ιβʹ τοῦ πλήθους βʹ. ∆ημόκριτος Ἀβδηρίτης φυσικὸς φιλόσοφος καὶ Ἡράκλειτος ὁ σκοτεινὸς λεγόμενος καὶ Ἀναξαγόρας φυσικοὶ ἤκμαζον· Ἑλλάνικος ἱστορικὸς ἐγνωρίζετο.