129
τῆς περὶ σὲ, ἀλλ' ὅτι καὶ Ῥωμαίοις οὐ μικρὸν εἰς τὰ πράγματα λυσιτελήσει. Βασιλεὺς μὲν οὖν ἐκ τούτων ἐπεχείρει τὸν μέγαν δομέστικον πείθειν αὐτῷ συμβασιλεύειν καὶ συνδιέπειν τὴν ἀρχήν· ὁ δὲ καὶ αὐτὸς μὲν ἔλεγε τὴν ἴσην καὶ ὁμοίαν ἔχειν περὶ τὸ πρᾶγμα δόξαν, καὶ μέγα μὲν οἴεσθαι καὶ θαυμαστὸν καθ' ἑαυτό τε εἶναι καὶ δοκεῖν τοῖς ἄλλοις ὥσπερ τις κορωνὶς τῶν ἐν ἀνθρώποις εὐτυχημάτων ὂν, τῇ φιλίᾳ δὲ αὐτῶν παραβαλλόμενον τῇ πρὸς ἀλλήλους, οὐδὲν τῶν θαυμασίων εἶναι, οὐδὲ τῶν εἰκότως ἂν ἐκπλῆξαι δυναμένων. ὁ γὰρ τὴν αὐτοῦ ζωὴν τῆς οἰκείας προτιθεὶς καὶ μεθ' ὅσης ἂν 1.366 ἡδονῆς τὸ ὑπὲρ αὐτοῦ ἀνθελόμενος ἀποθανεῖν, τί θαυμαστὸν, εἰ καὶ βασιλείας μεταδοίη, ἢ εἴ τινος καὶ τούτου θαυμασιωτέρου; τῆς δὲ εὐεργεσίας ἕνεκα ταυτησὶ πολλὰς μὲν ὀφείλειν χάριτας ὁμολογεῖν, καὶ λόγοις τε καθόσον οἷόν τε τὴν ὑπὲρ αὐτῆς χάριν ἀφοσιοῦν, ἔργοις τε ἀμείβεσθαι τοῖς ἴσοις, τὴν ὁμοίαν καὶ αὐτὸν ἐκ τῆς καρδίας αὐτῷ προσάγοντα καὶ φιλίαν καὶ στοργήν. ὃ δὲ αὐτῷ προστάττει νῦν δέχεσθαί τε καὶ ὡς τετελεσμένον νομίζειν ἤδη. τὸ γὰρ εἰς αὐτὸν ἧκον, οὐδὲν ἐλλείπειν τοῦ πεπρᾶχθαι, ἔργῳ δὲ τελεῖν μήτε δύνασθαι, μήτε κατὰ γνώμην αὐτῷ εἶναι μήτε καθ' ἡδονήν. διὸ αὐτόν τε παύεσθαι πείθειν ἐπιχειροῦντα περὶ τούτου καὶ αὐτῷ παραιτουμένῳ συγγινώσκειν. Βασιλεὺς δὲ οὐχ οὕτως ἔφασκεν ἀπροφασίστως παραιτεῖσθαι χρῆναι, ἀλλὰ τὰς αἰτίας διδάξαντα πρῶτον καὶ τὴν ἀξίωσιν πείσαντα ὡς παράλογον, οὕτως ἤδη ἀπολύεσθαι αἰτίας· πρὶν δὲ ταῦτα ποιεῖν οὐ συνετὸν, οὐδ' ἄγαν φιλοῦντος οὕτως ἐξ οὐδεμιᾶς αἰτίας ἰσχυρίζεσθαι τὸ μὴ πεισθῆναι ἄν ποτε. καίτοι γε εἰ μή τι ἄλλο, τὸ γοῦν ἀεὶ διαβεβαιοῦσθαι μηδὲν εἶναι μήτε μεῖζον μήτε ἔλαττον ὃ, θελήσαντος ἐκείνου, μὴ ἂν εἰς πέρας ἀγαγεῖν, αὐτὸν ἄξιον καταναγκάζειν πείθεσθαι αὐτῷ. εἰ δ' οὐχ οὕτως ἔχεις, δίκαιον διδάσκειν, ὡς ἂν εἰδείην τὸν πρότερον ἠπατημένος χρόνον. Οὕτως ἔφασκεν ὁ μέγας δομέστικος ἔχειν, καὶ ἀεί τε διϊσχυρίζεσθαι πάντα πράττειν ἐθέλειν, 1.367 ἅττα ἂν βούλοιτο αὐτὸς, καὶ νῦν οὐδὲν ἧττον πρὸς τοῦτο παρεσκευασμένος εἶναι. ἐφ' οὗ δὲ πείθειν νῦν ἐπιχειρεῖς, οὐ σώζειν τὴν ἀκολουθίαν τὸν λόγον. πᾶν γὰρ ἐθέλειν ποιεῖν φαίην ἂν, ὃ οὐ δι' ἐμὲ ἂν γίγνοιτο, διὰ σὲ δέ· περὶ οὗ δὲ νῦν ὁ λόγος δι' ἐμὲ ὄντος, οὐ δίκαιον οὐδ' ἀναγκαῖον εἰς πειθὼ τῷ λόγῳ χρῆσθαι, ἄλλως τε καὶ αὐτὸν ὡσαύτως διακείμενον περὶ ἐμὲ καὶ τοῖς ὁμοίοις καὶ αὐτὸν χρώμενον λόγοις, οὐκ εὔλογον πρὸς ἐμὲ μὲν ἰσχυρὸν τὸν λόγον ἡγεῖσθαι, πρὸς σὲ δὲ μὴ δύνασθαι τὰ ἴσα. εἰ δ' ἐν ἀμφοτέροις ὁμοίαν ἔχει τὴν ἴσχυν, δίκαιον καὶ σὲ ὃ μᾶλλον ἐγὼ βούλομαι ποιῆσαι, ἄλλως τε καὶ περὶ ἐμοῦ τοῦ ζητουμένου ὄντος. Τοιούτων δή τινων καὶ πλειόνων ἑτέρων πρὸς ἀλλήλους εἰρημένων, βασιλέως μὲν ἐπιχειροῦντος πείθειν δέχεσθαι τὴν βασιλείαν, τοῦ μεγάλου δομεστίκου δὲ μήτε βουλομένου μήτε πειθομένου, τὸ νῦν μὲν ἔχον διελύθησαν, οὔτ' ἀπαγορεύσαντος εἰς τέλος βασιλέως, οὔτε τοῦ μεγάλου δομεστίκου ἀποσχέσθαι τοῦ πράγματος πεῖσαι δυνηθέντος βασιλέα. βασιλεὺς δὲ αὐτὸν οὕτως ἀνθιστάμενον ὁρῶν, δεῖν ἔγνω καὶ ἑτέρους πρὸς πειθὼ παραλαβεῖν, εἴ πως δυνηθείη δι' αὐτῶν πεῖσαι δέξασθαι τὴν βασιλείαν, καὶ παραλαβὼν Ἀνδρόνικον τὸν Ἀσάνην, ὄντα τοῦ μεγάλου δομεστίκου πενθερὸν, καὶ τὸν πρωτοστράτορα Συναδηνὸν, καὶ αὐτοῦ μεγάλου δομεστίκου παρόντος, μετὰ τὸ διαλεχθῆναι περί τινων ἑτέρων πρὸς αὐτοὺς, ἤδη καὶ περὶ τοῦ προκειμένου προοιμιαζομένου, ὁ μέγας δο 1.368 μέστικος περὶ ὧν ἔσοιντο οἱ λόγοι συμβαλὼν, ἀνίστη τε τὸν βασιλέα τοῦ συνεδρίου, ὡς περί τινος ἀναγκαίου μέλλων διαλέξεσθαι, καὶ μόνον παραλαβὼν, ὥρκιζε τὸν θεὸν, μηδὲν πρὸς τοὺς εἰρημένους περὶ ὧν βούλοιτο εἰπεῖν, ὡς ὠφελείας οὐδεμιᾶς ἐκ τῶν λόγων ἐσομένης. εἰ γὰρ ἐνῆν ὑπό τινων πεισθῆναι, μᾶλλον ἂν τῶν ἄλλων πάντων ἐπείθετο αὐτῷ· αὐτοῦ δὲ ἐκ πολλῶν καὶ συνεχῶν ὁμιλιῶν πλέον ἠνυκότος οὐδὲν, θαυμάζειν εἰ ἑτέροις τισὶν ἤλπισε τοῦτο γενέσθαι δυνατόν. βασιλεὺς δὲ ἤλγησε μὲν οὐκ ἐπ' ὀλίγον, ὁρῶν ἤδη τὴν ἐπιχείρησιν οὐκ ἐσομένην ἀνυσθῆναι δυνατήν. καὶ διετέλεσεν ἡμέρας οὐκ