129
Βακχίδης ην, τὴν φάλαγγα διασπᾷ καὶ ἐτρέψατο εἰς φυγήν. ἐπελθόντες δ' οἱ κατὰ τὸ εὐώνυμον ἐκύκλωσαν τὸν ̓Ιούδαν. ὁ δὲ στὰς ἐμάχετο μετὰ τῶν σὺν αὐτῷ, καὶ πολλοὺς κτείνας τέλος καὶ αὐτὸς επεσεν· ου πεσόντος οἱ σὺν αὐτῷ εφυγον. ἐπὶ τρίτον δ' ετος τῇ ἀρχιερωσύνῃ ἐμπρέψας, καὶ γενναῖος ἀνὴρ γεγονώς, καὶ ὑπὲρ τῆς ἐλευθερίας τοῦ εθνους πάντα καὶ δρᾶσαι καὶ παθεῖν ετοιμος γεγονώς, ἀπέθανε. Θανόντος δ' ἐκείνου τοῖς ἀσεβήσασι τῶν ̓Ιουδαίων καὶ παραβεβηκόσι τὰ πάτρια τὴν τῆς χώρας ἐπιμέλειαν ὁ Βακχίδης ἀνέθετο. οἱ δὲ παντοίως τοὺς ὁμοφύλους ἐκάκουν, καὶ τοὺς ̓Ιούδα ὁμόφρονας συλλαμβάνοντες τῷ Βακχίδῃ προσῆγον, καὶ ος αἰκίζων αὐτοὺς πρότερον ειτα διέφθειρεν. οἱ ουν περίλοιποι τῶν ἑταίρων ̓Ιούδα ̓Ιωνάθην τὸν ἀδελφὸν ἐκείνου πείσαντες τῶν ̓Ιουδαίων ἀποδεικνύουσι στρατηγόν. καὶ ὁ Βακχίδης ἀποκτεῖναι δόλῳ τὸν ̓Ιωνάθην ἐζήτει· ὁ δὲ μετὰ τοῦ ἀδελφοῦ Σίμωνος καὶ τῶν ἑταίρων εἰς ερημον εφυγε. καὶ ἐπ' αὐτοὺς ὁ Βακχίδης ὡρμήκει· ὁ δ' ̓Ιωνάθης τὸν ἀδελφὸν ̓Ιωάννην πρὸς τοὺς Ναβαταίους Αραβας επεμψεν, ησαν γὰρ φίλοι, παραθησόμενον αὐτοῖς τὴν ἀποσκευήν. ἀπιόντα δὲ τοῦτον οἱ ̓Αμαραίου παῖδες λοχήσαντες κτείνουσι σὺν τοῖς ἑπομένοις καὶ τὰ κομιζόμενα διηρπάκασι. Βακχίδης δὲ ἐν σαββάτῳ τῷ ̓Ιωνάθαν ἐπῆλθεν ὡς τάχα διὰ τὸν νόμον μὴ μαχουμένῳ. ὁ δὲ περὶ ψυχῶν ειναι φήσας τὸν κίνδυνον, ἀντετάξατο, καὶ πολλοὺς ἀποκτείνας καὶ κατὰ Βακχίδου ὁρμήσας ὡς πλήξων αὐτόν, καὶ ἀποτυχών, εἰς τὸν ποταμὸν ηλατο μετὰ τῶν 1.325 ἑταίρων καὶ διενήξατο. καὶ ὁ Βακχίδης εἰς τὴν ἐν ̔Ιεροσολύμοις ακραν ὑπέστρεψε, καὶ τῶν πρώτων τῆς ̓Ιουδαίας παῖδας ὁμήρους λαβὼν εἰς τὴν ακραν ἐνέκλεισεν. ̓Ιωνάθῃ δ' ἐμέλησε τὸν φόνον τιμωρῆσαι τοῦ ἀδελφοῦ ̓Ιωάννου. γάμον ουν τῶν τοῦ ̓Αμαραίου παίδων τελούντων, καὶ ἐκ πόλεως εἰς ἑτέραν τὸν νυμφίον καὶ τὴν νύμφην ἀγόντων μετὰ πολυτελοῦς προπομπῆς, ἐνεδρεύσας ἐκεῖνος ἐν ορει μετὰ τῶν περὶ αὐτὸν ἐπιτίθεται τοῖς ἐν τῇ πομπῇ, καὶ διέφθειρεν απαντας, καὶ α εφερον διήρπασε ξύμπαντα. διῆγον δ' ̓Ιωνάθης καὶ Σίμων μετὰ τῶν περὶ αὐτοὺς εἰς τὰ ελη τοῦ ποταμοῦ. Βακχίδης δὲ φρουρὰν εἰς ̓Ιουδαίαν καταλιπὼν πρὸς τὸν ∆ημήτριον ἐπανῆλθεν. ἠρεμοῦντος δ' εκτοτε τοῦ εθνους ἐπ' ετη δύο, ̓Ιωνάθης καὶ οἱ περὶ αὐτὸν σὺν ἀδείᾳ ἐν τῇ χώρᾳ διέτριβον. οἱ ουν ἀσεβήσαντες ̓Ιουδαῖοι πρὸς τὸν βασιλέα ∆ημήτριον πέμπουσι, δηλοῦντες ἀπόνως τὸν ̓Ιωνάθαν, εἰ πεμφθείη τις ἐπ' αὐτόν, συλληφθήσεσθαι. καὶ πέμπει τὸν Βακχίδην ὁ βασιλεύς. ὁ δὲ εἰς τὴν ̓Ιουδαίαν ἐλθὼν καὶ συλλαβέσθαι τὸν ̓Ιωνάθαν καίτοι σπουδάσας οὐχ οιός τε ων, πεντήκοντα ἐκ τῶν περὶ ̓Ιωνάθαν τῷ βασιλεῖ τὴν ἀναφορὰν ποιησάντων τοὺς προκρίτους ὡς ψευσαμένους ἀπέκτεινεν. ̓Ιωνάθης δὲ καὶ Σίμων καὶ οἱ περὶ αὐτοὺς εἰς τὴν ερημον ἀνεχώρησαν, ενθα πύργους οἰκοδομήσας προσέμενε. καὶ ὁ Βακχίδης ἐλθὼν ἐπολιόρκει αὐτόν. ̓Ιωνάθης δὲ τὸν ἀδελφὸν ἐκεῖ λιπὼν Σίμωνα, αὐτὸς λάθρᾳ ἐξελθὼν καὶ πολλοὺς ἐκ τῆς χώρας συναγαγὼν νύκτωρ τῷ Βακχίδῃ καὶ τῇ αὐτοῦ προσέβαλε στρατιᾷ. καὶ πολλοὺς μὲν αὐτὸς ἀνεῖλε, πολλοὺς δὲ καὶ ὁ Σίμων, ὑπεξελθὼν κἀκεῖνος ἀπὸ τῶν ἐρυμάτων, ἐμπρήσαντες καὶ τὰς πολιορκητικὰς μηχανάς. ἀθυμήσας 1.326 δὲ διὰ ταῦτα ὁ Βακχίδης ηθελεν ἀναζεῦξαι, ἐζήτει δ' αἰτίαν τῆς ἀναζυγῆς εὐπρεπῆ. καὶ ὁ ̓Ιωνάθης τοῦτο μαθὼν πρεσβεύεται περὶ φιλίας, ινα ἑκάτεροι ἀλλήλοις ἀντιδῶσιν ους ειχον αἰχμαλώτους. δεξάμενος ουν τὴν πρεσβείαν ὁ Βακχίδης σπένδεται. καὶ ωμοσαν μηκέτι κατ' ἀλλήλων στρατεύειν, καὶ τοὺς αἰχμαλώτους ἠλλάξαντο. καὶ ὁ μὲν Βακχίδης ὑποστρέψας οὐκέτι κατὰ τῆς ̓Ιουδαίας ἐπῆλθεν, ὁ δ' ̓Ιωνάθης ἀδείας τυχὼν τὰ τῶν ὁμοεθνῶν διίθυνε πράγματα ἐκόλαζέ τε τοὺς ἀσεβήσαντας. ̓Αλέξανδρος δὲ τοῦ ̓Επιφανοῦς ̓Αντιόχου υἱὸς τὴν Πτολεμαΐδα ἐκ προδοσίας παρειληφὼς ἐτάραξε τὸν ∆ημήτριον, ωστε καὶ τὰς δυνάμεις ἀθροίζειν καὶ πέμψαι πρὸς ̓Ιωνάθην περὶ εὐνοίας καὶ συμμαχίας. ἐπέτρεπέ τε αὐτῷ στράτευμα συνιστᾶν, καὶ ους ἐν τῇ ακρᾳ κατέκλεισεν ὁ Βακχίδης παῖδας ὡς ὁμηρεύοντας παρεχώρει ἀπολαβεῖν. δεξάμενος ουν τὴν ἐπιστολὴν ̓Ιωνάθης τοῦ