129
τοῦτο δὲ καὶ μέρος ὑπ' ἐνίων καλεῖται, ἀλλὰ καὶ κέρας. καὶ ὁ ἡγούμενος κεράρχης. ∆ιφαλαγγία ἀντίστομοσ. ητις ἡγεμόνας μὲν εχει τεταγμένους, ους μὲν ἐν δεξιᾷ, ους δὲ ἐν εὐωνύμοις, τοὺς δὲ οὐραγοὺς ἐν μέσῳ τεταγμένους. ∆ιφρεία. ἡ τοῦ αρματος περιφέρεια. ∆ιχόνοια. ἡ διχοστασία. ∆ιχομηνία. ἡ πεντεκαιδεκάτη τῆς σελήνης. μήνη γὰρ ἡ σελήνη. λέγεται καὶ διχόμηνος. ∆ιψάσ. ειδος οφεως. εστιν εχεως ὀλιγοτέρα, ἀποκτεῖναι δὲ ὀξυτέρα· οἱ δὲ δηχθέντες ἐξ αὐτῆς ἐξάπτονται εἰς δίψος, ωστε ῥήγνυσθαι. λευκὴ δ' εστι καὶ εχει ἐν τῇ οὐρᾷ γραμμὰς δύο. πρηστῆρα δὲ αὐτὴν τινὲς καλοῦσι, καύσωνα δὲ αλλοι. γίνονται δὲ ἐν Λιβύῃ καὶ ̓Αραβίᾳ μᾶλλον. καλοῦσι δὲ αὐτὴν καὶ μελάνουρον καὶ ἀμμοάτιν καὶ κεντρίδα. ∆ιωμοσία καὶ ἀντωμοσία τὸ αὐτὸ δηλοῖ. εστι δὲ ορκος ἐπὶ τῶν δικαζομένων γινόμενος, τοῦ μὲν ὀμνύοντος, οτι παθὼν ἐγκαλεῖ, τοῦ δὲ αρα, οτι οὐκ ἐποίησε. ∆ιώνη. ἡ ̓Αφροδίτη. ἀπὸ τοῦ ∆ιὸς ∆ιώνη, κατ' εκτασιν τοῦ ο εἰς ω. οτι αὐτὴ γέγονε πρώτη delta.523 γαμετὴ τοῦ ∆ιός. η ἀπὸ τοῦ διδῶ ∆ιδώνη, καὶ ∆ιώνη, ἡ διδοῦσα τὰς τῆς γεννήσεως ἡδονάς. ∆ιωρυγὴ καὶ διωρυχή. ἡ διάνοιξις τῶν τοιχῶν *η τῶν χωμάτων.* ∆ικαιοσύνη. παρὰ τὸ διχάζειν τὸ αδικον ἐκ τοῦ δικαίου, διχαιοσύνη τὶς ουσα, καὶ κατὰ τροπὴν δικαιοσύνη. ∆ίψα. ἡ ἐπιθυμία. ∆ιακονίαν. τὴν ἀποστολὴν λέγει ὁ ̓Απόστολος. η κοινοτέρως πᾶσαν πνευματικὴν ἐργασίαν· ειτε διακονίαν ἐν τῇ διακονίᾳ. (Οὐδέτερον.) ∆ιαβούλια. οἱ διαλογισμοὶ, η τὰ ἐκ λογισμῶν ἀτόπων πταίσματα. ∆ιάγραμμα. τὸ διδόμενον ἐν ταῖς συμμορίαις, ὁπόσον εκαστος εἰσφέρειν δεῖ. ἐτάττετο δὲ οὐ τὸ αὐτὸ πᾶσιν, ἀλλὰ πρὸς τὴν τιμὴν τῆς οὐσίας. διάγραμμα καὶ τὸ μίσθωμα. διέγραφον γὰρ οἱ ἀγορανόμοι, οσον εδει λαμβάνειν τὴν ἑταίραν, δηλονότι τὴν πόρνην. ∆ιάζωμα. τὸ περὶ τὰ αἰδοῖα σκέπασμα. ∆ιάλειμμα. τὸ διάστημα καὶ διαχώρημα. οιον· θεὸς ἐν σαρκὶ, οὐκ ἐκ διαλειμμάτων ἐνεργῶν. ∆ιαλείποντα. τὰ διαχωρήματα. †φυλακαὶ δὲ ἐπὶ τὰ διαλείποντα τῆς τάφρου ἐτετάχατο.† ∆ιάμετρον. τὸ ἀπὸ πέρατος εἰς πέρας κατὰ πλάτος διάστημα. ∆ιαπρύσιον. ἐξάκουστον, μέγα, περιβόητον. παρὰ τὸ πεύθομαι ἐπευθόμην, πύσιον, καὶ delta.524 πλεονασμῷ τοῦ ρ πρύσιον καὶ διαπρύσιον. η ἀπὸ τοῦ περῶ περάσω, περάσιον καὶ κατὰ συγκοπὴν πράσιον, καὶ τροπῇ πρύσιον. ὡς μάθος, μῦθος. ∆ίαρμα. κούφισμα. ∆ιαπρεπέσ. ἐπίσημον. ∆ίασμα. ἡ πρώτη τοῦ ἱματίου ἐργασία. Καλλίμαχος· εἰ δέ ποτε προφέροιντο διάσματα φάρεος ἀρχήν. ἀπὸ τῆς δέσεως τοῦ μερισμοῦ, ἐπεὶ τοὺς στήμονας διαμέσου. δέδασμαι καὶ δάσμα καὶ πλεονασμῷ τοῦ ˉι δίασμα. η παρὰ τὸ ασσω ασμα καὶ δίασμα. τοῦτο τὸ ασσω γίνεται Αἰολικῶς αζω καὶ διάζομαι. οἱ γὰρ Αἰολεῖς τὰ δύο ςσ εἰς ζ τρέπουσιν. ουτω καὶ τὸ μείζων ἀπὸ τοῦ μέγα μέσσων φασὶ καὶ μείζων, καὶ τὸ ὀλίσσων ἀπὸ τοῦ ὀλίγος, ὀλίζων. ∆ιάτορον. ὀξὺ, μεγαλόφωνον. ∆ιάφορα. τὰ ἀναλώματα. ουτως Θουκυδίδης. ∆ιβίκια. ∆ίδραγμον. εἰσφορὰ, συντέλεσις. εχει εξ γράμματα τὸ δίδραγμον. η νόμισμα εν ημισυ. τοῦτο καὶ σίκλος λέγεται. η πεντάσικλοι. ηγουν εικοσι ὀβολοί. *η διακόσιοι ὀβολοί.* ∆ιειδέσ. καθαρὸν, λαμπρόν. ∆ιέδριον. τὸ καθέδριον. αραντες αὐτὸν διέδριον κατὰ τοὺς οικους εἰσεκόμιζον. delta.525 ∆ιεντέρευμα. τὸ ἐρώτημα. ∆ιϊπολεία. παρὰ τῷ ∆ιῒ δοτικὸν γίνεται διϊπολεῖον καὶ διϊπολεία. γράφεται δὲ διὰ τῆς ˉεˉι διφθόγγου, τῷ λόγῳ τῶν διὰ τοῦ ˉεˉιˉοˉν οὐδετέρων μονογενῶν. *ηγουν ἐν τῇ ἀκροπόλει τιμωμένῳ. πόλιν γὰρ τὴν ἀκρόπολιν ελεγον.* ∆ίκαιον. τὸ πρὸς ἀξίαν ἑκάστῳ τιμητικόν. ∆ίκορσον. τὸ δικόρυφον. ∆ικρανέσ. τὸ δικέφαλον. ∆ίκρον καὶ δίκροον. τὸ δίκρανον ξύλον. παρὰ τὸ κόρον, ο σημαίνει τὸν κλάδον, ενθεν κορυδαλὶς ἡ δάφνη, καὶ κορεῖν τὸ τοῖς κλάδοις σαροῦν. ἐγὼ δὲ νομίζω μᾶλλον παρὰ τὸ κέρας, ο δὴ καὶ κέρως, ιν' ῃ δίκερως καὶ κατὰ μετάθεσιν δίκρεος, καὶ τροπῇ τοῦ ˉε εἰς ˉο δίκροος. λέγουσι καὶ δικροῖς, ο ἐστι ξύλοις διφυέσι, δικρανίοις. ̓Αριστοφάνης· δικροῖς ἐώθουν τὸν θεὸν κεκράγμασι. ∆ικαιώματα. εὐλόγους ἀφορμάς. ἐάν τε γὰρ νικῶμεν ἡμεῖς, εξεις πρὸς ἐμὲ δικαιώματα μεγάλα. δικαιώματα καὶ ὁ νόμος, καὶ αἱ ἐντολαὶ, καὶ τὰ