129
Τὰς οἰκείας τοί νυν ἐπιβουλὰς βλέπων ὁ μακάριος ∆αβὶδ, καὶ προ θεώμενος ὡς ὁ Θεὸς Ἰσραὴλ, ὁ δημιουργὸς καὶ πάντων ∆εσπότης, ὁ ἐξ αὐτοῦ κατὰ σάρκα, χαλε πώτερα παρὰ Ἰουδαίων πείσεται, προλέγει καὶ τῶν ἐθνῶν τὴν κλῆσιν, καὶ τὴν τῶν Ἰουδαίων διασποράν. βʹ. "Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεὸς, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ λύτρωσαί με." ∆ικαία τοῦ προφήτου ἡ αἴτησις· ἀπαλλαγῆναι γὰρ τῶν ἀδίκως πολεμούντων ἱκέτευσεν. Εἶτα τὸν τού των διηγεῖται σκοπόν. γʹ. "Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με." Μιαιφόνοι, φη 80.1305 σὶν, οἱ πολέμιοι καὶ παράνομοι, οἷς οὐδ' ἥν τινα οὖν προσενήνοχα βλάβην. δʹ. "Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου· ἐπ έθεντο ἐπ' ἐμὲ κραταιοί." Παντοδαποῖς χρώμενοι μηχανήμασιν ἀνελεῖν με πειρῶνται, τῇ οἰκείᾳ δυνά μει θαῤῥοῦντες· ἀλλ' εἰκὸς αὐτοὺς προηδικημέ νους τὴν τιμωρίαν ζητεῖν. εʹ. "Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου, Κύ ριε." Οὐδὲν, φησὶ, παρ' ἡμῶν εἰς αὐτοὺς γεγένη ται λυπηρόν· οὐδέ τι ἐγκαλεῖν ἔχοντες, τὸν ἐμὸν κατ τύουσι θάνατον. "Ἄνευ ἀνομίας ἔδραμον καὶ κατ εύθυνα." Ταῦτα ἀληθέστερον οὐ τῷ ∆αβὶδ ἁρμότ τει, ἀλλὰ τῷ ἐκ ∆αβὶδ, καὶ τῷ Κυρίῳ τοῦ ∆αβίδ. Ἐκεῖνος γὰρ μόνος ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑ ρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. [Οὐδεὶς γὰρ δί χα ἁμαρτίας, εἰ μὴ εἷς ὁ Θεός· αὐτός γε οὗτος ὁ ἐκ ∆αβὶδ διὰ πολλὴν φιλανθρωπίαν σαρκωθείς.] Ὡς ἐν τύπῳ δὲ καὶ ὁ μακάριος ταῦτα λέγει ∆αβίδ· οὐ τὸ παντελῶς ἀναμάρτητον ἑαυτῷ μαρτυρῶν, ἀλλὰ διδάσκων ὡς οὐδὲν τὸν Σαοὺλ ἀδικήσας, ἀλλὰ πολλὰ καὶ πολλάκις εὐεργετήσας, τὰς παντοδαπὰς ἐπιβου λὰς ὑπομένει. Καὶ μὴ οὔσης ἁμαρτίας, κατ' αὐ τοῦ ἐπιτρέχουσιν, ἵνα διαρπάξωσι τὸν περὶ αὐτοὺς γενόμενον ἀθῶον. Οὕτω δὲ καὶ ὁ Σύμμαχος ἡρμή νευσε· Μὴ οὔσης ἁμαρτίας, οὕτω τρέχουσιν, ἵνα πατάξωσιν. ʹ. "Ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἴδε." Σὲ δὲ τούτου, φησὶν, ἱκετεύω γενέσθαι κριτὴν, τὸν ἅπαντα σαφῶς ἐπιστάμενον. "Καὶ σὺ, Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς τοῦ Ἰσραὴλ, πρό σχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη." Τὸ ἀν αμάρτητον ἐν μόνῳ θεωρήσας τῷ ἐξ αὐτοῦ κατὰ σάρκα, καὶ τὴν τῶν ὁμοφύλων Ἰουδαίων κατ' αὐτοῦ μανίαν προθεωρήσας τῷ πνεύματι, τὸν τῶν δυνά μεων Κύριον, καὶ τοῦ Ἰσραὴλ ἱκετεύει Θεὸν, κατα λιπεῖν μὲν Ἰουδαίους ἀτημελήτους, πᾶσαν δὲ εἰς τὰ ἔθνη μεταθεῖναι τὴν πρόνοιαν, καὶ τῷ τῆς θεο γνωσίας καταυγᾶσαι φωτί. Ταῦτα δὲ τοῖς ἔθνεσιν ἀπαγγείλας, καὶ τὰς Ἰουδαίων τιμωρίας προλέ γει. "Μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν." Ἐπειδὴ γὰρ τοῖς προφητικοῖς ὀφ θαλμοῖς τὸν σταυρὸν ἑώρα, καὶ ἐπαΐειν ἐδόκει τοῦ 80.1308 Κυρίου [τῆς δόξης] λέγοντος· "Πάτερ, ἄφες αὐ τοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασι τί ποιοῦσι· βδε λυττόμενος τὴν τῆς ἀσεβείας ὑπερβολὴν, μηδεμιᾶς αὐτοὺς ἀπολαῦσαι συγγνώμης ἀντιβολεῖ· εἶτα τῆς πνευματικῆς τροφῆς τὴν ἐσομένην αὐτοῖς ἔνδειαν προθεσπίζει. ζʹ. "Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξου σιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν." Καθάπερ γὰρ, φησὶ, κύνες νύκτωρ εἰώθασι τὰς τῶν πόλεων περινοστεῖν ἀγορὰς, γαστρὸς ὑπ' ἐνδείας τοῦτο ποιεῖν βιαζόμενοι· οὕτως οὗτοι πάσης πνευματικῆς γυμνοὶ γενήσονται προμηθείας· καὶ οὔτε προφητι κῆς ἀπολαύσαντες χάριτος, καὶ τῆς ἀρχιερατικῆς ἐπιμελείας ἔρημοι πάμπαν γενήσονται· καὶ δίκην κυνὸς περιιόντες διατελοῦσιν, οὐδὲ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν, κατὰ τὴν εὐαγγελικὴν φωνὴν, μεταλαχεῖν ἀξιούμε νοι. [Εἶτα σαφέστερον τῆς τιμωρίας τὴν αἰτίον διδάσκει.] ηʹ. "Ἰδοὺ αὐτοὶ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν· ὅτι τίς ἤκουσεν;" Τῇ γλώττῃ, φησὶ, τὸν φόνον ἐργά ζονται, οἷόν τινα αἰχμὴν καὶ ῥομφαίαν, τοὺς λόγους προφέροντες· μαρτυρεῖ δὲ τοῖς λόγοις τὰ πράγματα Τῇ γὰρ γλώττῃ τὸν ∆εσπότην ἐσταύρωσαν, βοήσαν τες, "Αἶρε, αἶρε, σταύρωσον αὐτόν· τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν." Τῇ δὲ τοῦ Πιλάτου δορυφορίᾳ τοῖς λόγοις τὸ ἔργον ἐπ έθεσαν, καὶ τῷ ἰκρίῳ τὸν Σωτῆρα προσήλωσαν. Τοῦτο καὶ ὁ προφητικὸς ἔφη λόγος· "Αὐτοὶ ἀπο φθέγξονται ἐν τῷ