129
ἀνατρεχούσης ταραχῆς ἐπὶ πάντας τοὺς ὁμολογητὰς Χριστοῦ· πάντα οὖν δοκιμάζοντες, φησὶν ὁ ἀπόστολος, τὸ καλὸν κατέχετε. Μὴ ἐπιλάθῃ τοιγαροῦν τῆς ταπεινώσεώς μου, ἠγαπημένε καὶ τοῦ πολυάθλου συνώνυμε, ἀδιαλείπτως προσεύχεσθαι ὅπως ῥυσθείην ἐκ τῶν παγίδων τοῦ διαβόλου καὶ κατὰ τὸν ἔνδον καὶ ἔξωθεν ἄνθρωπον. 170 {1Ἡγουμένῳ Πανάγρου}1 Ἡ ἀγάπη οὐκ ἀνεκτὸν πρᾶγμα· οὔτε γὰρ τόπῳ περιώρισται οὔτε χρόνῳ πειρασμοῦ ἀποσβέννυται, οἷα τῶν ἐπιπολαίως καὶ σαρκικῶς φιλεῖν εἰωθότων, οἵ, ὁπηνίκα περιφορά τις εἴη δυσχερείας, πόρρωθεν καὶ ἐξ ἐναντίας γίνονται τῶν φιλουμένων. οὔκουν τοιοῦτοι ἡμεῖς οἱ ταπεινοί, εἰ καὶ τὰ ἄλλα στεναγμοῦ ἄξιοι διὰ τὰς ἁμαρτίας, ἀλλὰ καὶ μᾶλλον ἐν τοῖς πειρασμοῖς ἐπιτείνειν εἰθίσμεθα τὸ τῆς ἀγάπης φίλτρον· οὗ χάριν τοσούτῳ μήκει διῳκισμένοι οὐκ ἠνέγκαμεν, καὶ ταῦτα ἐν φρουρᾷ ὄντες, μὴ τὸ καθῆκον τῆς ἀγάπης πληρῶσαι καὶ γράμμασιν ἐπισκέψασθαι τὴν ὁσιότητα ὑμῶν, ὦ πατέρες τίμιοι. μεμαθήκαμεν γὰρ ἐγκαταλιπεῖν ὑμᾶς τὸ μοναστήριον καὶ ἐν ὄρει προσυποκρυβῆναι πειθαρχίᾳ τῆς κελευούσης ἐντολῆς διὰ τοὺς χριστομάχους διώκτας. καί γε μακάριοι ὑμεῖς, πάντα δεύτερα ἡγησάμενοι διὰ Χριστὸν καί, ἀποστολικῶς εἰπεῖν, ἐν ὄρεσι πλανώμενοι καὶ σπηλαίοις καὶ τῖς ὀπαῖς τῆς γῆς. Ἀλλ' εἰ καὶ θλιβερὰ ἡ τοιαύτη ζωὴ τῇ σαρκί, ὅμως, ἀδελφοί, ὅτι πρόξενός ἐστι τῆς αἰωνίου ζωῆς ἐφάμιλλός τε τῆς τῶν ἁγίων πολιτείας· τίς γὰρ τῶν ἀπ' αἰῶνος ἄτερ πειρασμοῦ εὐηρεστηκέναι θεῷ πεφανέρωται; μαρτυρεῖ δὲ καὶ ὁ ἀπόστολος λέγων, καὶ πάντες οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται, πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. οἷοί εἰσιν οἱ νῦν αἱρετίζοντες καὶ τὸν Χριστὸν διὰ τῆς ἁγίας αὐτοῦ εἰκόνος σὺν τῆς αὐτοῦ ἁγίας μητρὸς καὶ πάντων ὁμοῦ τῶν ἁγίων διώκοντες καὶ ἐξουδενώσει ἐξουδενοῦντες ἐν πάσαις πόλεσι καὶ χώραις, αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου καὶ οὗ λέγεται, φησὶν ὁ Θεολόγος Γρηγόριος· καὶ αὖθις ὁ Μέγας Βασίλειος, ἡ γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει. καὶ οὔπω καιρὸς μακρηγορεῖν διὰ τὸ καὶ τὴν ὑμετέραν ἐμμέλειαν ἱκανῶς πεπειρᾶσθαι τὰ τῆς ἀληθείας καὶ τὸ τῆς ἐπιστολῆς μέτρον ὑπερβεβηκέναι. Παρακαλῶ οὖν ὑμᾶς, πατέρες ἅγιοι, κατέχειν τὴν ὁμολογίαν τῆς πίστεως ἀκλινῆ μέχρι τέλους μηδ' ὅλως τι ὑποχαυνῶσαι ἐκ τῆς ὑποσκελίσεως τῶν φρεναπατηθέντων ψευδαδέλφων· ἠπάτηνται γὰρ λίαν, κοινωνήσαντες κατὰ τοῦ Χριστοῦ. ἀλλ' εὔχεσθε καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς τελειῶσαι τὸν προκείμενον ἡμῖν ἀγῶνα ἐν Χριστῷ, τῷ περιζωννύντι καὶ τοὺς ἀσθενεῖς δύναμιν. 171 {1Παρθενίῳ τέκνῳ}1 Ὦ καλὲ Παρθένιε, θεοῦ στρατιῶτα, ἐμὸν γνήσιον τέκνον, καὶ σὺ ἐν ἀθληταῖς Χριστοῦ; καὶ σὺ ὑπέρμαχος ὀρθοδοξίας, μικρὸς ἐν ἡλικίᾳ καὶ μέγας ἐν εὐψυχίᾳ; δεῦρο φράσον μοι, υἱέ μου ποθητέ, πῶς προείλου παθεῖν ὑπὲρ Χριστοῦ; πῶς ἤνεγκας μαστιχθῆναι σὺν τοῖς πολυχρονίοις, ὁ νεανίσκος Χριστοῦ, ὁ ἴουλος τὴν ὄψιν, ὁ ἀρνιὸς ὁ λογικός; δόξα τῷ δυναμώσαντί σε θεῷ, αἶνος τῷ ἐκλεξαμένῳ σε Χριστῷ ἕνα τῆς δεκαδικῆς σου ἀδελφότητος ἀστέρα εὐσεβείας διαδειχθῆναι. διηγωνίζου πρὸ πράγματος, ὡς ἤκουσταί μοι, καὶ ἔφθασας μακαρισθῆναι ὑπὸ τῶν ἀκουσάντων σε καὶ μὴ ἀκηκοότων. ὑπὸ πρῶτόν σε ἐνέταξα καὶ τῶν πρώτων πρώτιστος ἐν ἀρετῇ ἐγένου. Υἱέ μου, χαῖρε, αἴνει τὸν θεὸν τὸν μεγαλύναντά σε, μεγαλυνεῖ σε δὲ ἔτι μάλα, ἐὰν τελειώσῃς σου τὸν ἀγῶνα. διὸ ἐρωτῶ καὶ παρακαλῶ σε, στῆθι, κραταιοῦ ἐν ὑπομονῇ, μεμνημένος σου τῶν καλῶς διηνυσμένων ἀγώνων, ἔτι μικρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. οἵαν χαρὰν μέλλεις κτᾶσθαι ἐν καιρῷ ἀναλύσεως τοῦ σώματος ἢ καὶ πρὸ τῆς διαζεύξεως. τέκνον, πρόσεχε σεαυτῷ, ὅτι καὶ ἔνδον ἀεὶ ὁ τύραννος διάβολος ἐρεθίζων ἐστὶ διὰ τῶν παθῶν. ἄθλησον καὶ κατὰ συνείδησιν, μὴ ὑποσκελιζόμενος τῇ ἁμαρτίᾳ· νῆφε γρηγόρως καθ' ἡμέραν καὶ ὡς τελευταίαν τοῦ βίου σου τὴν φθάσασαν πάντοτε ὑποτίθεσο, ἵνα οὕτως ἐν φόβῳ καὶ