1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

129

ταγμάτων τὴν Θρᾴκην καταλαβόντων, ἐξῆλθε σὺν αὐτοῖς ὁ Μαυρίκιος ἰδεῖν τὰ ὑπὸ τῶν βαρβάρων κατεστραμμένα. ἡ δὲ αὐγούστα καὶ ὁ πατριάρχης καὶ ἡ σύγκλητος παρεκάλουν τὸν βασιλέα μὴ αὐτουργῆσαι πόλεμον, ἀλλὰ στρατηγῷ τοῦτον ἐγχειρίσαι· ὁ δὲ οὐ κατεδέξατο. ἐξελθόντι δὲ αὐτῷ ἐν τῷ Ἑβδόμῳ γέγονεν ἡλίου ἔκλειψις. ἐπεγίνοντο δὲ καὶ ἐξαισίων πνευμάτων φυσήματα, νότος βίαιος. ἐν δὲ τῷ Ῥηγίῳ ἐλθόντος, τῶν πενήτων τὰ πλήθη ἀργυρίοις ἐψυχαγώγησεν. ἐπὶ θήραν δὲ ἐξελθὼν ὁ αὐτοκράτωρ, ὗς ἄγριος παμμεγέθης κατὰ τοῦ καίσαρος ὥρμησεν. ὁ δὲ ἵππος διὰ τὸ φοβερὸν τοῦ θεάματος ἀποβαλεῖν τὸν καίσαρα ἐγχειρεῖ· ἐπὶ πολὺ δὲ ἀκαταστατήσας οὐκ ἠδυνήθη τὸν καίσαρα ῥῖψαι· ὁ δὲ ὗς ὑπ' οὐδενὸς τρωθεὶς ἀνεχώρησεν. ἐπὶ τὴν Πείρινθον δὲ διὰ ναυτιλίας τὴν πορείαν ποιούμενος, ἀνέμων ἐξαισίων καὶ βροχῆς γενομένης, τῶν ναυτῶν ἀπορησάντων, τὸ σκάφος ἐφέρετο τοῦ αὐτοκράτορος, ὥστε παραδόξως διασωθῆναι ἐν τῷ λεγομένῳ ∆αονίῳ. τῇ δὲ νυκτὶ ἐκείνῃ γύναιον ἔτικτε καὶ βοὰς οἰκτρὰς ἠφίει· πρωΐας δὲ γενομένης, ἀπέστειλεν ὁ βασιλεὺς ἰδεῖν, τί τὸ συμβησόμενον. καὶ εἶδον παιδίον γεννηθὲν ὀφθαλμῶν καὶ βλεφάρων ἀμέτοχον, μήτε χεῖρας μήτε βραχίονας ἔχον, πρὸς δὲ τῷ ἰσχίῳ ἰχθύος οὐρὰ προσφυῶς ὑπῆρχεν αὐτῷ. τοῦτο δὲ ἰδὼν ὁ βασιλεὺς ἀνελεῖν προσέταξεν. ταύτῃ δὲ τῇ ἡμέρᾳ ὁ ἵππος τοῦ βασιλέως, ὁ τὸν χρυσοῦν περικείμενος κόσμον, ἀθρόως διερράγη πεσών. ὁ δὲ βασιλεὺς τούτοις πᾶσιν οἰωνισάμενος, περίλυπος ἦν. τῇ δὲ ὑστεραίᾳ ἄνδρες τρεῖς Σκλαυινοὶ τὸ γένος, μηδέν τι σιδηροῦν περιβαλλόμενοι, ὑπὸ Ῥωμαίων ἐκρατήθησαν, κιθάρας μόνας βαστάζοντες. ὁ δὲ βασιλεὺς ἠρώτα, πόθεν τε εἶεν καὶ ποῦ τὰς διατριβὰς ἐποιοῦντο; οἱ δὲ τὸ μὲν γένος ἔφασαν πεφυκέναι Σκλαυινοί· πρὸς τῷ τέλει δὲ τοῦ δυτικοῦ ᾠκηκέναι ὠκεανοῦ· τὸν δὲ Χαγάνον πρὸς αὐτοὺς πρεσβείαν πέμψαι καὶ δῶρα τοῖς ἐθνάρχαις αὐτῶν τοῦ συμμαχῆσαι αὐτῷ κατὰ 269 Ῥωμαίων· οἱ δὲ ταξίαρχοι αὐτῶν ἀπέστειλαν αὐτοὺς ἀπολογήσασθαι τῷ Χαγάνῳ, ὅτι οὐ δύνανται διὰ τὸ μῆκος τῆς ὁδοῦ ἀποστεῖλαι αὐτῷ συμμαχίαν. ὀκτωκαίδεκα γὰρ μηνῶν ἔφασκον ποιήσασθαι ὁδοιπορίαν καὶ οὕτω τοῖς Ῥωμαίοις περιπεσεῖν· κιθάρας δὲ περιφέρεσθαι ὡς μὴ εἰδότας ὅπλα περιβαλέσθαι τινά, τῆς χώρας αὐτῶν ἀγνοούσης τὸ σίδηρον. ὁ δὲ αὐτοκράτωρ θαυμάσας τήν τε ἡλικίαν καὶ τὰ μεγέθη τοῦ σώματος αὐτῶν, ἐπαινέσας εἰς Ἡράκλειαν αὐτοὺς παρέπεμψεν. καταλαβὼν δὲ τὴν Ἀγχίαλον καὶ μαθών, ὅτι πρέσβεις εἰς τὸ Βυζάντιον Περσῶν τε καὶ Φράγγων παρεγένοντο, ὑπέστρεψεν εἰς τὰ βασίλεια. ιʹ. δʹ. ιαʹ. κʹ. ιγʹ. κβʹ. Τούτῳ τῷ ἔτει ὁ Χαγάνος ἐζήτει προσθήκας ταῖς συνθήκαις λαμβάνειν, ὁ δὲ αὐτοκράτωρ τοὺς λόγους τοῦ βαρβάρου οὐ παρεδέξατο. διὰ τοῦτο ὁ Χαγάνος ἤρατο πάλιν τὸν πόλεμον καὶ πολιορκεῖ τὴν Σιγγιδόνα καὶ στρατοπεδεύει κατὰ τὸ Σέρμιον. ὁ δὲ αὐτοκράτωρ στρατηγὸν τῆς Εὐρώπης χειροτονεῖ τὸν Πρίσκον. ὁ δὲ Πρίσκος Σαλβιανὸν ὑποστράτηγον ποιήσας προτρέχειν ἐκέλευσεν· καὶ κατὰ τῶν βαρβάρων χωρήσαντες συγκροτοῦσι πόλεμον, καὶ νικῶσι Ῥωμαῖοι. ὁ δὲ Χαγάνος τοῦτο ἀκηκοώς, ἀναλαβὼν τὰς δυνάμεις ἐχώρει πρὸς πόλεμον. ὁ δὲ Σαλβιανὸς ἰδὼν τὰ πλήθη καὶ καταπλαγεὶς πρὸς Πρίσκον ἀφικνεῖται. γνοὺς δὲ ὁ Χαγάνος τὴν τῶν Ῥωμαίων ὑποχώρησιν εἰς Ἀγχίαλον ἐξέρχεται ἤτοι εἰς τὸν ἅγιον Ἀλέξανδρον καὶ τοῦτον τῷ παμφάγῳ πυρὶ παραδέδωκεν. μεταβὰς δὲ εἰς τὰ ∆ριζίπερα ἐπιχειρεῖ ἐκπορθῆσαι τὸ πόλισμα πολιορκητικὰ ἐξεργασάμενος ὄργανα. οἱ δὲ τὰ ∆ριζίπερα οἰκοῦντες ἐπίπλαστον ἀντεπαρετάξαντο θράσος. τάς τε γὰρ πύλας ἀναπετάσαντες ἠπείλουν τοῖς βαρβάροις πολεμεῖν ἐν δειλίᾳ ἐξαισίῳ ὄντες. τότε δὴ τότε θεῖά τις αὐτοῖς ἐπέστη δύναμις. μεσούσης γὰρ ἡμέρας ὁρᾷν ἔδοξαν οἱ βάρβαροι Ῥωμαίων δυνάμεις ἐπεξιούσας τοῦ ἄστεως, καὶ μέλλειν συμπλέκεσθαι, καὶ καταπλαγέντες συντόνῳ φυγῇ ἀποδιδράσκουσι καὶ 2 ἐπὶ τὴν Πείρινθον γίνονται. ὁ δὲ Πρίσκος μηδὲ θεωρεῖν φέρων τὰ πλήθη τῶν βαρβάρων, εἰς τὸ Τζουρουλὸν εἰσελθὼν τὸ φρούριον