130
Τῆς μὲν οὖν ἄλλης ἡμέρας ὁ Πέτρος πρὸς Σίμωνα ζητεῖν μέλλων ὀρθρίτερον ἐξυπνισθεὶς ηὔξατο. καὶ ἅμα τῷ παύσασθαι ὁ Ζακχαῖος εἰσῄει λέγων· Σίμων ἔξω καθέζεται μετὰ ἰδίων αὐτοῦ τινων ὡς τριά- κοντα διαλεγόμενος. καὶ ὁ Πέτρος ἔφη· Ἐάσθω λαλεῖν, μέχρις ὅτε πλῆθος γένηται, καὶ τότε ζητεῖν ἀρξώμεθα, ἵνα οὕτως ἡμεῖς τὰ ὑπ' αὐτοῦ λεγόμενα ἀκούσαντες, πρὸς αὐτὰ ἁρμοσάμενοι, ἐξελθόντες δια- λεχθῶμεν. καὶ δὴ οὕτως ἐγένετο. ἐκβὰς οὖν καὶ μετ' οὐ πολὺ πάλιν εἰσελθὼν ὁ Ζακχαῖος ἀντέβαλλεν τῷ Πέτρῳ τοὺς ὑπὸ Σίμωνος [τῷ Πέ- τρῳ] ·ηθέντας λόγους. ἔλεγεν δέ· Aἰτιᾶταί σε, Πέτρε, ὡς κακίας ὄντα ὑπηρέτην καὶ μαγείᾳ πολὺ δυνάμενον καὶ εἰδωλολατρείας χεῖρον τὰς τῶν ἀνθρώπων φαντασιοῦντα ψυχάς. εἰς τὸ μὲν οὖν μάγον εἶναί σε ταύτην ἐδόκει φέρειν ἀπόδειξιν λέγων· Σύνοιδα ἐμαυτῷ ὅτι, ὧν κατ' ἐμαυτὸν σκέπτομαι, ἐλθὼν συζητεῖν αὐτῷ οὐδὲ ἕνα μνημονεύω λόγον. αὐτοῦ γὰρ διαλεγομένου κἀμοῦ τὸν νοῦν ἀσχολοῦντος εἰς τὸ ἀναπολέσαι τίνα ἐστὶν ἃ ἐλογισάμην ἐλθὼν λέγειν πρὸς αὐτόν, οὐδ' ὁτιοῦν ὧν λέγει ἐπακούω. ἐπεὶ οὖν ἐπ' ἄλλου τινὸς τοιοῦτό τι οὐ πάσχω ἢ ἐπ' αὐτοῦ μόνου, πῶς οὐχὶ μαγευόμενος ὑπ' αὐτοῦ τυγχάνω; τὸ δὲ ὅτι, ἃ ἂν δι- δάσκῃ, εἰδωλολατρείας χείρονά ἐστιν, τῷ γε νοῦν ἔχοντι ἐμοῦ μηνύσαν- τος σαφὲς ἔσται. οὐθὲν γὰρ ἕτερον ὠφεληθῆναι ἔστιν ἢ τὸ τὴν ψυχὴν εἰδώλων παντοδαπῶν ἐλευθέραν γενέσθαι. φανταζομένη γὰρ εἶδος δεσμεῖται φόβῳ, καὶ φροντίδι τοῦ παθεῖν τι μαραίνεται καὶ ἀλλοιου- μένη δαιμονᾷ καὶ δαιμονῶσα τοῖς πολλοῖς σωφρονεῖν δοκεῖ. τοῦτο ὑμῖν Πέτρος ὑποσχέσει τοῦ σωφρονίζειν παρέχει. προφάσει γὰρ ἑνὸς θεοῦ δοκεῖ μὲν ὑμᾶς πολλῶν ἀψύχων ἀπαλλάσσειν εἰδώλων, ἃ οὐ πάνυ τοὺς σέβοντας ἀδικεῖ, τῷ αὐτοῖς ὀφθαλμοῖς ὁρᾶσθαι λίθινα ὄντα ἢ χάλ- κεα ἢ χρύσεα ἢ καὶ ἐξ ἄλλης τινὸς ἀψύχου ὕλης. διὸ τῷ εἰδέναι ὅτι τὸ βλεπόμενον οὐδέν ἐστιν, οὐχ ὁμοίως τῷ ὁρατῷ ὑπὸ φόβου φαντα- σιοῦσθαι δύναται ἡ ψυχή. πλάνῳ δὲ διδασκαλίᾳ εἰς φοβερὸν θεὸν ἀπο- βλέπουσα τῶν κατὰ φύσιν ἐκβαθρεύεται. καὶ ταῦτα ἐγὼ λέγω, οὐχ ὅτι ὑμᾶς εἴδωλα σέβειν παραινῶ, ἀλλ' ὅτι Πέτρος φοβερῶν ἰδεῶν δοκῶν ἀπαλλάσσειν ὑμῶν τὰς ψυχάς, φοβερωτέρᾳ ἰδέᾳ τὸν ἑκάστου ὑμῶν ἐν- θουσιᾶν ποιεῖ νοῦν, θεὸν ἐν μορφῇ εἰσηγούμενος καὶ ταῦτα ἄκρως δί- καιον, ᾧ ἕπεται τὸ φοβερὸν καὶ τῇ συννοούσῃ ψυχῇ τὸ φρικῶδες, δυ- νάμενον καὶ τῶν ὀρθῶν λογισμῶν ἐκλῦσαι τοὺς τόνους. ἐν γὰρ τοιούτῳ καθεστὼς χειμῶνι ὁ νοῦς ὡς βυθὸς ὑπὸ ἀνέμου σφοδροῦ θολοῦται τὸ λαμπρόν. διὸ εἰ ἐπ' ὠφελείᾳ ὑμῶν προσέρχεται, μὴ ὑμῶν τοὺς ἐξ ἀψύχων μορφῶν ἠπίως γινομένους φόβους ἐκλύειν δοκῶν φοβερὰν θεοῦ ἀντεισφερέτω μορφήν. μορφὴν δὲ ἔχει θεός; εἰ δὲ ἔχει, ἐν σχήματί ἐστιν. ἐν σχήματι δὲ ὢν πῶς οὐ περιόριστός ἐστιν; περιόριστος δὲ ὢν ἐν τόπῳ ἐστίν. ἐν τόπῳ δὲ ὢν ἥττων ἐστὶν τοῦ περιέχοντος αὐτὸν τόπου. ἥττων δέ τινος ὢν πῶς πάντων ἐστὶν ἢ μείζων ἢ κρείττων ἢ ἀνώτατος; καὶ ταῦτα μὲν οὕτως. ὅτι δὲ ἀληθῶς οὐδὲ τὰ ὑπὸ τοῦ διδασκάλου αὐτοῦ ·ηθέντα πιστεύει, φανερόν ἐστιν· τὰ γὰρ ἐναντία
[OΜIΛIA IΖ.]