130
ις. Περὶ τῆς πρὸς βασιλέα καὶ ἄρχοντας ὑποταγῆς. ιζ. Περὶ καθαροῦ συνειδότος τῶν προσευχομένων. ιη. Ὅτι ἡ ἐξ ἐπιβουλῆς τοῦ ἀλλοτρίου ἐπεισαχθεῖσα ὁδὸς ἀσεβείας καὶ παρανομίας πεπλήρωται. ιθ. Ὅτι μὴ χρὴ τῆς εὐσεβείας ἐκκλίνειν δεξιὰ ἢ εὐώνυμα, παραινεῖ ὁ νομοθέτης. κ. Ὅτι μὴ χρὴ φαυλίζειν τι τῶν προσφόρων βρωμάτων, ἀλλ' εὐχα ρίστως μεταλαμβάνειν καὶ τεταγμένως. κα. Ὅτι χρὴ φεύγειν τὴν τῶν εἰδωλοθύτων βρῶσιν. κβ. ∆ιάταξις κυριακὴ τῶν περὶ τὸ βάπτισμα καὶ ὅπως χρὴ βαπτίζειν καὶ εἰς τίνος θάνατον. κγ. Ποίας νηστευτέον τῆς ἑβδομάδος ἡμέρας, ἢ τίνας οὐ νηστευτέον καὶ τίνος χάριν. κδ. Oἵους εἶναι χρὴ τοὺς προσευχομένους τὴν ὑπὸ τοῦ Κυρίου δοθεῖσαν προσευχήν. κε. Eὐχαριστία μυστική. κς. Eὐχαριστία ἐπὶ τῇ θείᾳ μεταλήψει. κζ. Eὐχαριστία περὶ τοῦ θείου μύρου. κη. Ὅτι οὐ χρὴ ἀδιαφορεῖν περὶ τὴν κοινωνίαν, ἀλλὰ σκοπεῖν, εἰ ἔστιν ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ὀρθόδοξος· τοὺς γὰρ μὴ τοιούτους ἐκκλίνειν. κθ. Περὶ καρποφοριῶν διάταξις. λ. Ὅπως χρὴ τὴν ἀναστάσιμον τοῦ σωτῆρος ἡμέραν συναθροιζο μένους ἑορτάζειν. λα. Ὁποίους εἶναι χρὴ τοὺς χειροτονουμένους. λβ. Πρόρρησις περὶ τῶν μελλόντων. λγ. Προσευχὴ ἐξαγγελτικὴ προνοίας διαφόρου. λδ. Προσευχὴ ἐξαγγελτικὴ δημιουργίας διαφόρου. λε. Προσευχὴ μετὰ εὐχαριστίας ἐξαγγέλλουσα τοῦ Θεοῦ τὴν περὶ τὰ ὄντα κηδεμονίαν. λς. Προσευχὴ ὑπομιμνήσκουσα τὴν γενομένην Χριστοῦ ἐνανθρώπησιν καὶ τὴν εἰς τοὺς ἁγίους διάφορον πρόνοιαν. λζ. Προσευχὴ περιέχουσα μνήμην προνοίας καὶ ἀπαρίθμησιν εὐεργε σιῶν διαφόρων τῶν προνοίᾳ Θεοῦ διὰ Χριστοῦ παρασχεθεισῶν τοῖς ἁγίοις. λη. Προσευχὴ ἀντιλήψεως δικαίων. λθ. Ὅπως δεῖ τοὺς κατηχουμένους στοιχειοῦσθαι. μ. ∆ιάταξις, ὅπως χρὴ τοὺς κατηχουμένους μέλλοντας βαπτίζεσθαι ὑπὸ τῶν ἱερέων ἐν τῇ μυήσει εὐλογεῖσθαι καὶ τίνα διδάσκεσθαι. μα. Ἀποταγὴ πρὸς τὸν ἐναντίον τοῦ κατηχουμένου καὶ συνταγὴ πρὸς τὸν Χριστὸν τοῦ Θεοῦ. μβ. Περὶ χρίσματος τοῦ μυστικοῦ ἐλαίου εὐχαριστία. μγ. Περὶ τοῦ μυστικοῦ ὕδατος εὐχαριστία.