Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
θάνατον καὶ εἰς ᾅδην καταφέροντα τὴν τοῦ ἀνθρώπου ψυχὴν, ψιθυρισμοὶ, καταλαλιαὶ, καὶ ἡ κατὰ τοῦ Θεοῦ βλασφημία. Μεταναστεύσαι σε ἀπὸ σκηνώματος, καὶ τὸ ῥί ζωμά σου ἐκ γῆς ζώντων. (A f. 294 b.) Καὶ ἀπὸ τῆς σκηνῆς, τουτέστιν ἀπὸ τοῦ τόπου τῆς μαθητείας μετέστησε, καὶ τὴν ῥίζαν ὡς ἀκανθώδους φυτοῦ ἐκ τῆς τῶν ζώντων γῆς καὶ τοῦ γεωργίου τῶν ἀποστόλων ἐξέτιλε. Καὶ τοῖς Ἰου δαίων δὲ λαοῖς ταῦτα συνέβη, τὴν ἐν Χριστῷ μὴ προσ ιεμένοις δικαίωσιν. Ὅμοιον δὲ τοῦτο τῷ, "Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων." Μετετέθησαν δὲ καὶ τῆς ἱερατικῆς σκηνῆς, γεγονότες αἰχμάλωτοι διὰ τὸν τοῦ Κυρίου σταυρόν [προ σταύρωσιν]. Ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα. (A f. 295.) Ἐγὼ, φησὶν, οὐδενὶ τῶν ματαίων καὶ χαμαιριφῶν ἐπεποίθησα, ἀλλ' εἰς τὸ καταδιῶκον τοὺς ἀδικουμένους θεῖον ἔλεος. Ἀναγωγικῶς δὲ ἔλεος τοῦ Θεοῦ αἱ θεῖαι Γραφαὶ τὸν Χριστὸν ὀνομάζουσι, διὰ τὸ γεγενῆσθαι ἡμῖν δι' αὐτοῦ ἔλεος. Ἀνεκεφαλαιώσατο γὰρ ἐν ἑαυτῷ τὰ πάντα καὶ ἀνεστοιχείωσεν ὁ Πατήρ. Καὶ ὁ ἐλεημοσύνας δὲ καρποφορήσας, ἐλπίζει ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ, εἰδὼς ὅτι οἱ ἐλεήμονες ἐλεηθήσονται. Ἕχει δὲ τὴν ἐλπίδα οὐκ ἐφ' ἕνα αἰῶνα, ἀλλὰ καὶ τὸ ὑπὲρ τούτων διάστημα, οὗ μέτρον ἐστὶν ἡ ἀπειρία, ὅπερ αἰώνων ὀνομάζει αἰῶνα.
ΨΑΛΜΟΣ ΝΒʹ.
Εἰς τὸ τέλος, ὑπὲρ μαελὲθ, συνέσεως τῷ ∆αβίδ. (A f. 295 b. Κυρίλλου καὶ
Θεοδωρήτου.) ∆ιὰ τῶν αὐτῶν ῥημάτων σχεδὸν τῷ τρισκαιδεκάτῳ καὶ ὁ παρὼν ψαλμὸς ἔρχεται, καὶ τὴν αὐτὴν ὑπόθεσιν ἔχει τὴν εἰς τὸν Ῥαψάκην καὶ τὰ τότε γενόμενα, καὶ τὴν περὶ τῆς σωτηρίου θεοφανείας προφητείαν. Βραχεῖαι δὲ λέξεις τὴν ἐν ἀμφοτέροις διαφορὰν ἐργάζονται· ὁ μὲν γὰρ τρισκαιδέκατος, "Εἰς τὸ τέλος τῷ ∆αβὶδ" ἐλέγετο· ὁ δὲ παρὼν ἔχει μὲν καὶ τὴν "Εἰς τὸ τέλος" ἐπιγραφὴν, πλεονάζει δὲ ἐν τῷ λέγειν· "Ὑπὲρ μα ελὲθ," συνέσεως· ὅπερ σημαίνει ἐπινίκιον εἶναι τὸν ψαλμὸν, διὰ χορείας ἐν συνέσει γενόμενον. Τέρψις μὲν γὰρ, ἤτοι χορεία, τὸ μαελὲθ ἑρμηνεύεται. Ἀντὶ δὲ τοῦ "Εἰς τὸ τέλος," ἕτεροι τῶν ἑρμηνέων, Ἐπι νίκιον, ἐκδεδώκασι. Καὶ ἵνα τὴν ἐπιγραφὴν πᾶσαν ἰσχνῶς θεωρήσωμεν, τὸ μὲν "Εἰς τέλος" σημαντι κὸν ἂν εἴη τοῦ χρόνου καθ' ὃν ἔμελλε πληροῦσθαι τὰ προφητευόμενα, τά τε κατὰ τὸν Ῥαψάκην καὶ τοὺς Ἀσσυρίους, τά τε κατὰ τὴν Χριστοῦ παρουσίαν. Ὅ τε γὰρ τῶν Ἀσσυρίων παράδοξος ὄλεθρος χρόνοις πολλοῖς ὕστερον ἐγένετο μετὰ τὸν ∆αβὶδ (οὗ χάριν καὶ "Ὑπὲρ χορείας" ἐπιγράφεται ἣν ἐποιήσαντο οἱ τῆς σωτηρίας τετυχηκότες,) τό τε σωτήριον τοῦ Θεοῦ κατὰ τὴν συντέλειαν τοῦ αἰῶνος ἐπιφανὲν τοῖς ἐπὶ γῆς. χορείαν συνεστήσατο τὴν ἐξ ἁπάντων ἐθνῶν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ συγκεκροτημένην. Καίτοιγε πεποίη ται ὁ ψαλμὸς ἐπὶ τέρψεσι καὶ χορείαις ταῖς ἐν ἐσχά τοις τοῦ αἰῶνος καιροῖς γεγενημέναις, ὅτε κεχρημά τικεν ἄνθρωπος ὁ Μονογενής. Τὸ δὲ συνέσεως ἀναγ καίως πρόσκειται, ἐπειδήπερ συνέσεως ἡμῖν δεῖ πρὸς τὸ νοῆσαι τὴν τῆς ψαλμῳδίας διάνοιαν. Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων. (K f. 102.) Ὀστᾶ τὰς δογματικάς φησι δυνάμεις τῶν ἀσεβῶν, ἃ ταῖς ἰδίαις ἐνέθηκαν συγγραφαῖς, προσκυνεῖν ἀναπείθοντες τῇ κτίσει παρὰ τὸν κτί σαντα.
ΨΑΛΜΟΣ ΝΖʹ.
Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ. (A f. 298.) Οὐ μάτην δὲ
πρόσκειται τὸ "ἐν τῇ γῇ·" κἂν γὰρ ἐν καρδίᾳ τίς ἀνομίαν ποιήσῃ, ἐν τῇ γῇ ἐνεργεῖ αὐτὴν, τουτέστι περὶ τὰ ὑλικά. Ἀκούσαιεν δ' ἂν καὶ Ἰουδαῖοι· Κρίνατε εὐθεῖα, καὶ λογίσασθε 69.110 παρ' ἑαυτοῖς εἰ τοῖς ὑμετέροις λόγοις συμφωνεῖ τὰ ἔργα· δείκνυσθε