Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πατέρα. ∆ύναμις γὰρ ὢν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱὸς, τὸν ἴδιον αὐτὸς ἐξωοποίησε ναόν. Ταύτῃτοι σεσῶσθαι λέγεται παρὰ τοῦ Πατρὸς κεκινδυνευκὼς ὡς ἄνθρωπος, καίτοι κατὰ φύσιν ὑπάρχων Θεὸς, καὶ ὅλην αὐτὸς εἰς τὸ εὖ εἶναι συνέχων ὁρατήν τε καὶ ἀόρατον κτίσιν. Οὕτω που συνιεὶς καὶ ὁ θεσπέσιος Παῦλος, περὶ αὐτοῦ φησι· Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Περὶ τοῦ Γάδ. Γὰδ πειρατήριον πειρατεύσει αὐτόν· αὐτὸς δὲ πειρατεύσει αὐτὸν κατὰ πόδας. Ἡρμήνευσε πάλιν τὸ τί ἂν βούλοιτο δηλοῦν ὁ Γάδ· πειρασμὸς γὰρ, ἢ πειρατήριον. Πρέποι δ' ἂν, οἶμαι, καὶ διὰ τούτου νοεῖσθαι τὸν θεοστυγῆ τε καὶ ἀλαζόνα τῶν Γραμματέων τε καὶ Φαρισαίων ἐσμόν· οἳ τὸ θεῖόν τε καὶ εὐαγγελικὸν παρωθούμενοι κήρυγμα, καὶ τῶν ἀναγκαίων τιμῶντες εἰς ὄνησιν οὐδὲν, ἐπέβρυχον τοὺς ὀδόντας Χριστῷ, διδάσκοντι μὲν τὰ ὑπὲρ σκιὰν καὶ νόμον, εὐδοκιμοῦντι δὲ λίαν καὶ τεθαυμασμένῳ, καταπλήττοντί τε οὐδὲν ἧττον τοὺς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν τῇ τῶν τετερατουργημένων ὑπερβολῇ, καὶ ταῖς εἰσηγήσεσι ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων Θεῷ συνεισφέροντι τὰ παράδοξα. Καὶ γοῦν ὅτε, κατὰ τὴν τοῦ προφήτου φωνὴν, τὴν Βηθανίαν ἀφεὶς, εἰσέφρησεν εἰς Ἱεροσόλυμα, αὐτὸς πραῢς ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, οἱ μὲν προηγούμενοι παῖδες εὐφημοῦντες ἔφασκον· Ὡσαννὰ τῷ υἱῷ ∆αβίδ. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Τῶν δὲ συνθεόντων τινὲς τὰ ἱμάτια κατεστρώννυον ἐν ταῖς ὁδοῖς, καὶ οὐκ ἀθαύμαστον ἐποιοῦντο τὴν εἰσβολήν· οἱ δὲ διεῤῥήγνυντο, καὶ ὀξυτέροις τοῦ φθόνου πληττόμενοι κέντροις, προσελάλουν ἀλλήλοις, μονονουχὶ δὲ καὶ κατῃτιῶντο μέλλοντας ἔτι περὶ τὸ χρῆναι φονᾷν. Ἔφασκον γὰρ, ὅτι Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖ οὐδέν. Ἴδε ὁ κόσμος ὅλος ὀπίσω αὐτοῦ ἀπῆλθεν. Ἐπειδὴ δὲ τὴν τῶν ἤδη πεπιστευκότων πληθὺν ἐδεδίεσαν, χειρῶν μὲν τέως ἐφείδοντο, καὶ τῆς εἰς προὖπτον ἐπιβολῆς. Ἵνα δὲ τοῖς Ῥωμαίων προσκρούσειε στρατηγοῖς, ἐπιπέμπουσί τινας τῶν ἰδίων μαθητῶν μετὰ τῶν καλουμένων Ἡρωδιανῶν λέγον 69.368 τας· ∆ιδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἰ, καὶ ἀμέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. Ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; Ἀλλ' ἠλέγχοντο παραχρῆμα, λέγοντος αὐτοῖς τοῦ Χριστοῦ, μετὰ τὴν τῶν δηναρίων δεῖξιν· Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Οἱ δὲ δὴ, πρὸς τοῦτο κατερυθριάσαι δέον καὶ ἀποσχέσθαι λοιπὸν τοῦ πειράζειν αὐτὸν, πεῖραν αὐτοῦ καθίεσαν καὶ ἑτέραν. Ποιήσας μὲν γὰρ ὡσεὶ φραγέλλιον ἐκ σχοινίου, πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τοὺς πωλοῦντας τὰ πρόβατα καὶ τὰς βοῦς, λέγων· Ἄρατε ταῦτα ἐντεῦθεν· Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου, οἶκον ἐμπορίου. Οἱ δὲ ἀγανακτοῦντες παραγίνονται· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, καὶ τίς ἔδωκέ σοι τὴν ἐξουσίαν ταύτην; Τί οὖν πρὸς τοῦτο ὁ Χριστός; Ἐρωτήσω, φησὶ, κἀγὼ ὑμᾶς λόγον, καὶ εἴπατέ μοι· Τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ, ἢ ἐξ ἀνθρώπων; Οἱ δὲ διελογίζοντο, φησὶν, ἐν ἑαυτοῖς, ὅτι Ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· ∆ιατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; Ἐὰν εἴπωμεν, ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον. Πάντες γὰρ ὡς προφήτην εἶχον τὸν Ἰωάννην. Καὶ λέγουσι, φησίν· Οὐκ οἴδαμεν. Τί οὖ πρὸς ταῦτα Χριστός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. Οὐκοῦν πειρατήριον ὁ Γὰδ, τουτέστιν, οἱ ἀεὶ πειράζοντες Φαρισαῖοι. Πλὴν ἀντεπειράζοντο καταπόδας, τουτέστιν, εὐθύς. Χριστὸς γὰρ ἦν ὁ κατὰ τὴν τοῦ προφήτου φωνὴν δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ σοφίᾳ αὐτῶν, καὶ τὰς τῶν πολυπλόκων βουλὰς περιστὰς ἀστείως εἰς ἀντίστροφον ζήτησιν. Περὶ τοῦ Ἀσήρ. Ἀσὴρ πίων αὐτοῦ ὁ ἄρτος, καὶ αὐτὸς δώσει τροφὴν ἄρχουσι. Πλοῦτός τοι πάλιν ὁ Ἀσήρ. Ὧδε γὰρ ἔχει τοῦ σημαινομένου ἡ δήλωσις. Εἴη δ' ἂν, οἶμαί που, κἀνταῦθα νοούμενος, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι, τουτέστι Χριστὸς, ὁ ἐν ἀγρῷ κρυπτόμενος θησαυρὸς, ὁ πολυτίμητος μαργαρίτης, ὁ καὶ ἐν προσώπῳ τῆς σοφίας ἐναργέστατα λέγων· Πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν, καὶ δικαιοσύνη. Αὐτὸς ὁ τὴν γῆν ἐπισκεψάμενος, καθά φησιν ὁ