130
δοκεῖ καὶ ἄλλα τινὰ εἶναι, τούτῳ γ' ἂν παρισωθείη· ἢ παρισω6.7.17 θείη μὲν ἄν, ὑπερβάλλοι δὲ οὐκ ἄν. Οὐκοῦν, φήσειεν ἄν τις, ὦ ∆ημόκριτε, καὶ σύ, ὦ Χρύσιππε, καὶ σύ, ὦ μάντι, ἐπειδὴ ἀγανακτεῖτε εἴ τις ἐθελήσαι παρελέσθαι τὴν ὑμῶν αὐτῶν ἀντίληψιν οὐ γὰρ ἔτι τὰς πολ6.7.18 λὰς ἐκείνας βίβλους εἶναι, φέρε καὶ ἡμεῖς ἀνταγανακτήσωμεν· τί δή ποτε, ἔνθα μὲν ἂν ὑμῖν δοκῇ, ἔσται τοῦτο καὶ πιστότατον καὶ πρεσβύτατον, ἔνθα δ' ἂν μὴ δοκῇ, ἐκεῖ καταδυναστεύσει τι λεληθὸς αὐτοῦ, Εἱμαρμένη <ἢ> Πεπρωμένη, διαφορὰν ἑκάστῳ ὑμῶν ἔχουσα, τῷ μὲν ἐκ θεοῦ, τῷ δὲ ἐκ τῶν μικρῶν ἐκείνων σωμάτων τῶν φερομένων κάτω καὶ ἀναπαλλομένων ἄνω καὶ περιπλεκομένων καὶ διαλυομένων καὶ διισταμένων καὶ παρατιθεμένων ἐξ ἀνάγ6.7.19 κης; ἰδοὺ γὰρ ᾧ τρόπῳ ἡμῶν αὐτῶν ἀντειλήμμεθα, τούτῳ καὶ τῶν ἐν ἡμῖν αὐθαιρέτων καὶ βιαίων. οὐ λέληθε δὲ ἡμᾶς ὅσον τὸ μεταξὺ τοῦ βαδίζειν 6.7.20 καὶ τοῦ ἄγεσθαι, οὐδὲ ὅσον τοῦ αἱρεῖσθαι καὶ τοῦ ἀναγκάζεσθαι. ὧν δὲ ἕνεκα ταῦτα προσεισήνεγκα τῷ λόγῳ; ὅτι σε ἐκπέφευγεν, ὦ μάντι, ὧν κύριοί ἐσμεν ἡμεῖς, καὶ ὁ τὰ πάντα εἰδὼς ταῦτά γε οὐκ ἂν εἰδείης, ὧν τὰ πείσματα 6.7.21 ἀνῆπται ἐκ τῆς ἡμετέρας βουλήσεως. αὕτη δέ γε ἐφαίνετο οὐκ ὀλίγων οὖσα πραγμάτων ἀρχή· ὃν δὲ ἡ ἀρχή, ἥτις ἦν τῶν μετὰ ταῦτα αἰτία, ἐκπέφευγεν, 6.7.22 ἦ πού γε τὰ μετὰ τὴν ἀρχὴν εἰδείη ἂν οὗτος; ἀναίσχυντος δηλαδὴ ὁ Λαΐῳ προμαντευόμενος ὅτι αὐτὸν ἀποκτενεῖ ὁ φύς. ἤμελλε γάρ που ὁ φὺς κύριος ἔσεσθαι τῆς ἑαυτοῦ βουλήσεως, καὶ οὔτε τις Ἀπόλλων οὔτε τις αὐτοῦ ὑπέρτερος ἐξικνεῖσθαι ἱκανὸς οὐδεμιᾷ δυνάμει ὧν οὐκ ἔστιν οὔτε ὕπαρξις οὔτε 6.7.23 γενέσεως ἀνάγκη. ἐκεῖνο γὰρ δὴ τὸ καταγελαστότατον ἁπάντων, τὸ μίγμα καὶ ἡ σύνοδος τοῦ καὶ ἐπὶ τοῖς ἀνθρώποις τι εἶναι καὶ εἱρμὸν οὐδὲν ἧττον εἶναι. προσεοικέναι γὰρ αὐτόν, ὡς λέγουσιν οἱ σοφώτεροι, τῷ Εὐριπι6.7.24 δείῳ λόγῳ· τεκνῶσαι μὲν γὰρ ἐθελῆσαι τὸν Λάϊον, κύριον εἶναι τὸν Λάϊον καὶ τοῦτο ἐκπεφευγέναι τὴν Ἀπολλωνίαν ὄψιν· τεκνώσαντι δ' αὐτῷ ἐπεῖναι ἀνάγκην ἄφυκτον ὑπὸ τοῦ φύντος ἀποθανεῖν· οὕτως οὖν τὴν ἐπὶ τῷ μέλλοντι 6.7.25 ἀνάγκην παρέχειν τῷ μάντει τὴν τοῦ γενησομένου προαίσθησιν. ἦν δέ που καὶ ὁ φὺς τῆς ἰδίας βουλήσεως κύριος, ὥσπερ ὁ φύσας, καὶ ὡς ἐκεῖνος τοῦ τεκνῶσαι καὶ μή, οὕτως οὗτος τοῦ ἀποκτεῖναι καὶ μή. τοιαῦτα δὲ ὑμῶν τὰ μαντεύματα πάντα· καὶ ὁ Εὐριπίδειος Ἀπόλλων τοῦτ' ἐκεῖνο ἦν ὃ ἔλεγε, τὸ καὶ πᾶς σὸς οἶκος βήσεται δι' αἵματος. 6.7.26 ὅτι πήρωσις μὲν ἔσται αὐτοχειρίᾳ τοῦ φύντος ἐπὶ γάμῳ μητρὸς καὶ τυραννίδι, ἣν παρέλαβεν ἐπ' αἰνίγματος λύσει, παίδων δὲ ἀλληλοκτόνοι σφαγαὶ ἐπὶ φυγῇ μὲν ἐκ τῆς ἀρχῆς τοῦ ἑτέρου, τοῦ δὲ ἑτέρου πλεονεξίᾳ, καὶ γάμῳ τοῦ φυγάδος ἐν Ἄργει καὶ στόλῳ στρατηγῶν ἑπτὰ καταγελάστων καὶ συμβολῇ· ὧν ἐπὶ πολλὰς ἀρχὰς καὶ ἐξουσίας διαιρουμένων πῶς ἂν εἴη σοι ἐξεπίστασθαι ἢ ὁ εἱρμὸς 6.7.27 συνδεῖν δύναιτο; εἰ γὰρ αὑ<τοῦ> κύριος ὢν μὴ ἐβουλήθη τυραννεῖν ὁ Οἰδίπους, ἢ τοῦτο βουληθεὶς καὶ πράξας γαμεῖν τὴν Ἰοκάστην οὐ προείλετο, ἢ γήμας μὴ ἐτετύφωτο μηδ' ἦν δύσθυμος καὶ δυσάρεστος, πῶς ἂν τὰ καθ' ἕκαστα ἐπράχθη; πῶς δ' ἂν τῶν ὀφθαλμῶν ἥψατο; πῶς δ' ἂν τοῖς παισὶν ἐπηράσατο 6.7.28 τὴν Εὐριπίδου καὶ τὴν σὴν ἀράν; τά τε ἑξῆς τούτων τίνα ἂν τρόπον ἐγεγόνει, μὴ προτέρων αἰτιῶν γιγνομένων, ἢ σὺ τί τῶν μελλόντων λέγειν ἠδύνασο; πάλιν δ' αὖ εἰ συμβάντες οἱ παῖδες ἅμα ἐβασίλευον, ἢ εἰ συνθέμενοι παρὰ μέρος ἔμενον ἐπὶ τοῖς συγκειμένοις, ἢ εἰ ὁ ἀπελαθεὶς ἔγνω μὴ εἰς Ἄργος, ἀλλ' εἰς Λιβύην ἢ εἰς Περραιβοὺς ἀπελθεῖν, ἢ εἰ ἐλθὼν ἐπὶ τὸ Ἄργος ἔγνω 6.7.29 ταριχοπωλεῖν καὶ μὴ πλουσίαν λαβεῖν γυναῖκα, ἀλλὰ χερνῆτίν τινα ἢ κάπηλιν, ἢ εἰ ὁ Ἄδραστος μὴ ἔδωκε τὴν θυγατέρα αὐτῷ, ἢ εἰ ὁ μὲν ἔδωκεν, ὁ δ' οὐκ ἐπεθύμησε τῆς οἴκαδε ὁδοῦ, ἢ εἰ ἐπιθυμήσας ἐκράτησεν ἑαυτοῦ, ἢ εἰ μὴ προσέσχεν αὐτῷ δεομένῳ συμμαχίας ὁ Ἄδραστος, ἢ εἰ τῷ Ἀδράστῳ μήτε ὁ Ἀμφιάραος μήτε ὁ Τυδεὺς μηδὲ τῶν ἄλλων ταξιαρχῶν ἕκαστος ἠκολούθουν, ἢ εἰ οἱ μὲν συνηκολούθουν, ὁ δὲ ἐλθὼν οὐκ ἐμάχετο τῷ ἀδελφῷ, ἀλλ' ἢ συμβὰς ἐβασίλευσεν ἅμα αὐτῷ ἢ μὴ βουλομένῳ ἀνεχώρησε, πεισθεὶς Εὐριπίδῃ λέγοντι·