130
ὀλίγας ἀλγῶν τε καὶ πολλὰ τὸν μέγαν δομέστικον καταμεμφόμενος τῆς ἀπειθείας καὶ τῆς οὐ καλῆς φιλονεικίας. ὅμως μέντοι τοῖς ἐκείνου πειθόμενος λόγοις ἀπέσχετο τοῦ λέγειν περὶ ὧν ὥρμητο πρὸς τοὺς εἰρημένους. καὶ αὐτοὶ δὲ ὅ, τι μὲν ἔμελλεν ἐρεῖν οὐκ ᾔδεισαν ἀκριβῶς ὁ βασιλεὺς, ὅμως δὲ ἐκ τῶν εἰκότων στοχαζόμενοι ὡς, περί τινων μεγάλων διαλέξεσθαι μέλλοντος αὐτοῖς, ὑπὸ τοῦ μεγάλου δομεστίκου κωλυθείη· ἐν αἰτίαις τε αὐτὸν ἐποιοῦντο καὶ τὰ ἔσχατα ἠδικῆσθαι διετείνοντο ὑπ' αὐτοῦ. μηδεὶς δὲ ταῦτ' ἀκούων, ἀνεξέλεγκτα οἰέσθω ψεύδεσθαι ἡμᾶς διὰ τὸ μὴ πᾶσι μέχρι νῦν τὰ τοιαῦτα κατάδηλα γενέσθαι. ἴστω γὰρ θεὸς ὁ πάντα ἐφορῶν καὶ πᾶσι τοῖς γινομένοις ἀεὶ παρὼν καὶ τῶν ἀδήλων καὶ κεκρυμμένων ἀγνοῶν μηδὲν, ὡς οὔτ' ἐπὶ τοῖς ἄλλοις τοῖς συγγεγραμμένοις ἅπασιν οὔτ' ἔχθραν οὔτε φιλίαν οὔτ' ἄλλο 1.369 τῶν πάντων οὐδὲν τῆς ἀληθείας προεθέμεθα, νῦν τε οὕτως ὡς ἐγένετο περὶ τοῦ πράγματος τὴν διήγησιν ἀποδιδόαμεν ὑμῖν, ὡς οὐχ ἅπαξ οὐδὲ δὶς καὶ τετράκις, ἀλλὰ καὶ πολλάκις βασιλεὺς Ἀνδρόνικος ὁ νέος Καντακουζηνὸν τὸν μέγαν δομέστικον ὅλῃ γνώμῃ καὶ πάσῃ σπουδῇ τοῖς βασιλικοῖς ἠθέλησε κοσμῆσαι παρασήμοις καὶ συγκάθεδρον αὐτῷ καὶ συμβασιλεύοντα ἀποδεῖξαι. αὐτοῦ δὲ παραιτουμένου ἰσχυρῶς καὶ μήδ' ἂν εἴτι γένοιτο, πεισθήσεσθαι ἰσχυριζομένου, ἤλγησέ τε σφοδρῶς ὁ βασιλεὺς ἐπιπολὺ καὶ τῆς ἀκαίρου κατεμέμψατο φιλονεικίας. τῷ μὲν δὴ ἔξωθεν σχήματι καὶ τῇ περιβολῇ οὐχ ᾗ ἠξίου ἐγεγόνει ὁ βασιλεύς· ἔργοις δὲ οὐδὲν ἦν σχεδὸν διαφέρων βασιλέως. ἥ τε γὰρ διοίκησις τῶν πραγμάτων πᾶσα ὑπ' αὐτῷ ἦν, καὶ τὰ βασιλέως προστάγματα οὐχ ἧττον ἢ αὐτὸς βασιλεὺς ἐρυθραῖς ὑπεσημαίνετο ὑπογραφαῖς, καὶ ἃ ἐξεφέρετο παρ' ἑαυτοῦ, τὴν ἴσην καὶ ὁμοίαν δύναμιν τοῖς βασιλέως εἶχεν, καὶ τἄλλα ὅσα βασιλέως ἔργα ἦν, καὶ αὐτῷ ἐξῆν. στρώμασί τε γὰρ ἐφύπνωττε βασιλέως, εἴποτε στρατευομένῳ συνέβαινε τοῖς αὐτοῦ σκευοφόροις μὴ παρεῖναι, καὶ τῇ βασιλέως κλίνῃ, ᾗ μηδὲ υἱῷ καὶ βασιλεῖ, εἰ μὴ ἐπιτραπείη, ἔξεστιν, αὐτὸς ἀνεκλίνετο ἀκωλύτως ὁμοίως τε ἀπόντος καὶ παρόντος βασιλέως, ἐμβάσι τε ἐχρῆτο ταῖς βασιλικαῖς ἀδεέστερον ἢ ταῖς ἰδίαις, ὁπότε συνδιανυκτερεύσειε βασιλεῖ, καὶ πάντα ἔπραττε βασιλικῶς, ὡς 1.370 καὶ βασιλέα ὁρῶντα τὰ τοιαῦτα ἥδεσθαί τε ἄγαν ὑπερφυῶς καὶ τοῖς ἄλλοις ἐνδείκνυσθαι ὡς εἴη αὐτῷ καθ' ἡδονήν. τὰ τοιαῦτα δὲ οὐδὲ τῇ βασιλίδι Ἄννῃ ἄγνωστα ἦν, ἀλλὰ παρούσης καὶ αὐτῆς, ἐπράττετο πολλάκις, ὡς καὶ βασιλέα πρὸς τὸν μέγαν δομέστικον λέγειν, ὅτι «τί δ' ἂν εἴη δεινὸν, εἰ ἃ ἰδίᾳ, ταῦτα καὶ δημοσίᾳ πραχθείη καὶ τοῖς πᾶσι γένοιτο καταφανῆ»; ὁ δ' οὐδὲν ἧττον ἢ πρότερον ἀπεωθεῖτο, ἀρκεῖσθαι τοῖς παροῦσι φάσκων. ἀλλὰ περὶ μὲν τούτων τῆς ἀληθείας ἕνεκα τοσαῦτα εἴρηται ἡμῖν. ιʹ. Οὐ πολλοῖς δὲ ἔτεσι πρότερον Ζαχαρίας Μπενέτος ὁ ἐκ Γεννούας τῇ Χίῳ ἐπιθέμενος ἐκράτησεν αὐτῆς. βασιλεῖ δὲ Ῥωμαίων τῷ πρεσβυτέρῳ Ἀνδρονίκῳ διὰ τὰς συχνὰς ἐφόδους τῶν Περσῶν κατὰ τῶν πρὸς ἕω τοῖς Ῥωμαίοις ὑπηκόων πόλεων οὐ ῥᾳδίως ἔχοντι πολέμῳ τὴν νῆσον Ῥωμαίοις ἀνακτᾶσθαι, ἔδοξε λυσιτελεῖν εἰρηνικὰς πρὸς Ζαχαρίαν σπονδὰς θέσθαι, ὥστε Χίον μὲν ἐπὶ δέκα ἔτεσι κατέχεσθαι παρ' αὐτοῦ καὶ μηδένα βασιλεῖ παρέχειν φόρον, ὀνομάζεσθαι δὲ μόνον βασιλέως καὶ σημαίας ἐπὶ τῶν τειχῶν ἀνάγεσθαι βασιλικὰς, μετὰ δὲ τὴν δεκαετίαν πάλιν Ῥωμαίοις τὴν νῆσον ἀποδιδόναι. τοιαύτας μὲν βασιλεὺς τὰς πρώτας σπονδὰς ἔθετο πρὸς Ζαχαρίαν· ἐν τοῖς αὐτοῖς δὲ ἔτεσιν αὐτὸς περιεποίει τε τὴν νῆσον ἑαυτῷ ὑποποιούμενος τοὺς Χίους, καὶ Ὠχύρου τὴν πόλιν τά τε πεπονηκότα ἀνοικοδομῶν, καὶ εἴπου δέοι, τοῖς 1.371 τείχεσιν ὕψος προστιθεὶς, καὶ τάφρους τε καὶ τἄλλα ἐξαρτυόμενος ἃ ἔμελλε λυσιτελήσειν, εἰ κατασταίη πρὸς τὸν πόλεμον. μετὰ δὲ ταύτας τὰς δεκαετεῖς οὐ ῥᾳδίαν ὁρῶν ὁ βασιλεὺς τὴν παράληψιν τῆς Χίου διὰ τὸ ὠχυρῶσθαι, ἄλλως τε καὶ Ζαχαρίου πρεσβείαν πέμψαντος καὶ βασιλέως δεομένου μὴ περὶ τῆς νήσου ἐνοχλεῖν, ἑτέρας ἔθετο πενταετεῖς ἐπὶ τοῖς ἴσοις καὶ ὁμοίοις, καὶ μετ' αὐτὰς ἑτέρας πάλιν. καὶ τετελευτηκότος Ζαχαρίου, τῆς τε Χίου καὶ τῆς