130
βασιλέως εἰς ̔Ιεροσόλυμα παραγέγονε, καὶ ταύτην εἰς ἐπήκοον τοῦ λαοῦ καὶ τῶν φυλάκων ἀνέγνω, καὶ τοὺς παῖδας λαβὼν ἐκ τῆς ἀκροπόλεως τοῖς γονεῦσιν ἀπέδωκεν ἑκάστῳ τὸν ιδιον, καὶ αὐτὸς ἐν ̔Ιεροσολύμοις διέτριβε καινίζων τὴν πόλιν καὶ τὰ τείχη αὐτῆς ἀνοικοδομῶν. γράφει δὲ καὶ ̓Αλέξανδρος ̓Ιωνάθῃ, εἰς συμμαχίαν καλῶν αὐτὸν καὶ φίλον ποιούμενος καὶ τὴν ἀρχιερωσύνην αὐτῷ παρασχὼν καὶ δῶρα πεπομφώς. ὁ δὲ δεξάμενος τὴν ἐπιστολὴν τὴν ἀρχιερατικὴν στολὴν περιβάλλεται κατὰ τὴν τῆς σκηνοπηγίας ἑορτήν, τεσσάρων ἐκμετρηθέντων ἐνιαυτῶν ἐξ οτου τέθνηκεν ̓Ιούδας ὁ ἀδελφὸς αὐτοῦ, δύναμίν τε συνήγαγε καὶ οπλα ἡτοίμασε. συμμίξας 1.327 δὲ τῷ ∆ημητρίῳ ̓Αλέξανδρος νικᾷ, τοῦ ∆ημητρίου εἰς τέλμα βαθὺ ἐμπεσόντος μετὰ τοῦ ιππου καὶ δυσεκπόρευτον, ενθα περιστάντων τῶν πολεμίων αὐτὸν κατατρωθεὶς επεσε, πολλοὺς καὶ αὐτὸς ἀνελών. ετη δὲ ἐβασίλευσεν ενδεκα. Τὴν δὲ τῆς Συρίας παραλαβὼν βασιλείαν ̓Αλέξανδρος τὴν τοῦ Πτολεμαίου τοῦ Φιλομήτορος θυγατέρα ἑαυτῷ εἰς γυναῖκα μνηστεύεται. καὶ τῶν γάμων τελουμένων εγραψεν ̓Ιωνάθῃ εἰς Πτολεμαΐδα παραγενέσθαι. ἀφικόμενος δ' ἐτιμήθη καὶ παρὰ Πτολεμαίου καὶ παρὰ ̓Αλεξάνδρου. ∆ημητρίου δὲ τοῦ υἱοῦ τοῦ τελευτήσαντος ∆ημητρίου καταπλεύσαντος ἐκ Κρήτης εἰς Κιλικίαν μετὰ βαρείας δυνάμεως, ἐναγώνιος ην ὁ ̓Αλέξανδρος, καὶ ὁ μὲν εἰς ̓Αντιόχειαν εσπευσεν ἀσφαλισόμενος τὰ ἐκεῖ, τῆς δὲ Συρίας ἐπίτροπον ̓Απολλώνιον τὸν ∆άον κατέλιπεν. ος πρὸς ̓Ιωνάθην στείλας αδικον ελεγεν ειναι μόνον αὐτὸν μὴ ὑπείκειν τῷ βασιλεῖ, καὶ πρὸς μάχην προεκαλεῖτο αὐτόν, καὶ εἰς ἀνανδρίαν τὸ εθνος ὠνείδιζε. τούτοις παροξυνθεὶς ὁ ἀρχιερεὺς συνάπτει πρὸς ̓Απολλώνιον πόλεμον, καὶ νικᾷ καὶ πολλοὺς τῶν ἐναντίων ἀναιρεῖ καὶ πόλεις τῆς Συρίας αἱρεῖ, καὶ μετὰ λείας πολλῆς ἀναζεύγνυσιν εἰς ̔Ιεροσόλυμα. ὁ δὲ βασιλεὺς ̓Αλέξανδρος ταῦτα μαθὼν πέμπει πρὸς ̓Ιωνάθαν, χαίρειν λέγων ἐπὶ τῇ ηττῃ ̓Απολλωνίου, ὡς παρὰ γνώμην αὐτοῦ μαχεσαμένου αὐτῷ φίλῳ καὶ συμμάχῳ οντι. ο γε μὴν Πτολεμαῖος ὁ Φιλομήτωρ πρὸς συμμαχίαν ἀπιὼν ̓Αλεξάνδρου σὺν δυνάμει ναυτικῇ καὶ πεζῇ, καὶ εἰς Πτολεμαΐδα γενόμενος, μικροῦ αν ἐκινδύνευσε, τοῦ ̓Αλεξάνδρου αὐτῷ διά τινος τῶν φίλων ̓Αμμωνίου ἐπιβουλεύσαντος. διαδρὰς δὲ τὴν ἐπιβουλήν, ῃτει πρὸς κόλασιν τὸν ̓Αμμώνιον· οὐκ ἐξεδίδου 1.328 δὲ αὐτὸν ὁ ̓Αλέξανδρος. οθεν γνοὺς ὁ Πτολεμαῖος συνίστορα τῆς ἐπιβουλῆς τὸν ̓Αλέξανδρον, τῆς τε συμμαχίας ἀπέσχετο καὶ τὴν ἀγχιστείαν διέλυσε. τὴν γὰρ θυγατέρα ἀποσπάσας αὐτοῦ διαπέμπεται πρὸς ∆ημήτριον, συμμαχήσειν αὐτῷ ὑπισχνούμενος καὶ συζεῦξαι τὴν θυγατέρα καὶ εἰς τὴν πατρῴαν βασιλείαν ἐγκαθιδρῦσαι. καὶ ὁ ∆ημήτριος ἀσμένως τὸν γάμον καὶ τὴν συμμαχίαν προσίεται. Πτολεμαίῳ δὲ σπούδασμα ην πεῖσαι τοὺς ̓Αντιοχεῖς δέξασθαι τὸν ∆ημήτριον. καὶ ηνυσε ῥᾳδίως τὸ σπουδαζόμενον, τῶν ̓Αντιοχέων μισούντων τὸν ̓Αλέξανδρον διά τε τὸν πατέρα αὐτοῦ παρανομήσαντα εἰς αὐτοὺς καὶ διὰ τὸν ̓Αμμώνιον· οι ταχέως αὐτὸν ἐκ τῆς ̓Αντιοχείας ἐξέβαλον. καὶ ὁ μὲν ἐκβληθεὶς ἐκεῖθεν εἰς Κιλικίαν ηκεν, οἱ δ' ̓Αντιοχεῖς βασιλέα τὸν Πτολεμαῖον ἀνέδειξαν, καὶ δύο περιθέσθαι ἠνάγκασαν διαδήματα, ατε δὴ τῆς Συρίας καὶ τῆς Αἰγύπτου αρχοντα. ὁ δὲ λογίσασθαι τὰ μέλλοντα οιός τε ων διὰ σύνεσιν, ινα μὴ δόξῃ τοῖς ̔Ρωμαίοις ηδη μέγα δυναμένοις ἐπίφθονος, πείθει τοὺς ̓Αντιοχεῖς δέξασθαι τὸν ∆ημήτριον. τοῦ δὲ ̓Αλεξάνδρου κατὰ τῆς Συρίας ἐπιόντος σὺν πολλῇ στρατιᾷ καὶ τὴν τῶν ̓Αντιοχέων χώραν δῃώσαντος, ὁ Πτολεμαῖος σὺν ∆ημητρίῳ, ηδη αὐτῷ τὴν θυγατέρα γαμικῶς ἁρμοσάμενος, ἐστράτευσεν ἐπ' αὐτόν. καὶ ὁ μὲν ̓Αλέξανδρος ἡττηθεὶς εἰς ̓Αραβίαν προσπέφευγεν, ὁ δέ γε Πτολεμαῖος ἐκ τοῦ ιππου ἐκπεπτωκὼς δι' ἐλέφαντος βοὴν ταραχθέντος καὶ ἀποσεισαμένου αὐτόν, πολλὰ κατὰ τῆς κεφαλῆς ἐδέξατο τραύματα τῶν πολεμίων περιστάντων αὐτόν, μόλις δ' ὑπὸ τῶν σωματοφυλάκων ἐξαρπασθεὶς ἐφ' ἡμέρας εκειτο τέσσαρας, μήτε συνιεὶς μήτε μέντοι φθεγγόμενος. ἀνενεγκὼν δὲ τῇ πέμπτῃ τῶν ἡμερῶν, καὶ 1.329 τὴν ̓Αλεξάνδρου