130
προστάγματα, καὶ τὰ κρίματα. νόμον καλεῖ τὸν ὑπὸ τοῦ θεοῦ διὰ τοῦ Μωσέως διδόμενον. ἐντολὰς καὶ τὰ προστάγματα τῶν αὐτῶν. κρίματα δὲ, ὡς τὰς θείας ψήφους ὑποδεικνύντα καὶ τὰς ἀξίας ἀντιδόσεις τῶν τε ἐννόμως καὶ ἀνόμως βιούντων. μαρτυρία δὲ, ὡς delta.526 διαμαρτυρούμενον καὶ δεικνύντα, οιαις τιμωρίαις ὑποβληθήσονται οἱ ταῦτα παραβαίνοντες. η δικαιώματα ὡς δυνάμενα τὸν κατορθοῦντα δικαιοῦν. δικαιώματα καὶ αἱ κατακρίσεις. ∆ικαιωτήρια. τὰ δικαστήρια καὶ αἱ ἐκεῖθεν κολάσεις. ∆ικαιώματα. κρίσεις ἀληθιναί. ∆ικύμα. τὰ διδυματόκα πρόβατα. ∆ίλημμα. τὸ δισσῶς λαμβανόμενον φρόνημα. καὶ διλήμματον, τὸ διχῶς νοούμενον. ∆ιομήδειον. επος. ∆ικιδίοισ. ταῖς δίκαις, ὑποκοριστικῶς. ∆ίκτυον. παρὰ τὸ δίκω, τὸ βάλλω, δίκυον καὶ δίκτυον, πλεονασμῷ τοῦ τ. ∆ίνδυμον. ορος Φρυγίας. ἐκλήθη δὲ ∆ίνδυμον ὡς δύο ακρας εχον. ∆ιοπετέσ. ἐξ οὐρανοῦ κατερχόμενον. ∆ισσὸν καὶ διττόν. τὸ διπλοῦν. ∆ιχοτομήματα. σχίσματα, τμήματα. ∆ιχηλά. οιον βοῦς, ελαφος, δορκάς. οις συμβέβηκεν ἐν τοῖς ὀπισθίοις ποσὶν ἀστραγάλους εχειν. ∆ίπαλτον. τὸ δικίνητον. πάλλω γὰρ τὸ κινῶ. ∆ίψος καὶ δίψα. ἑκατέρως λέγεται, μᾶλλον δὲ τὸ οὐδέτερον. ∆ιωλύγιον. μέγα θρηνητικῶς ἠχοῦν, η τὸ μέγα καὶ ἐπιπολὺ διῆκον. ταῦτα οὐ διωλύγιος φλυαρία. delta.527 ∆ιώροφον. τὸ δίστεγον. ∆ιάψαλμα. η προσώπου ἐναλλαγὴ η διανοίας μεταβολὴ, η μέλους ὑπαλλαγή. εγραψαν δὲ καὶ τὸ διάψαλμα οἱ ἑρμηνεύσαντες τέσσαρες αρχοντες, οἱ ἐκλεχθέντες παρὰ τοῦ ∆αβὶδ ἐκ τῆς φυλῆς Λευῒ, ̓Ασὰφ ὁ υἱὸς Κορὲ, Αἰμὰν, Αἰθὰμ καὶ ∆ιθούμ. τούτοις ἀριθμὸς ᾠδῶν παρακολουθεῖ. εκαστος ουν τούτων, καθὼς ειρηται, ιστατο ἐνώπιον τοῦ ἁγιάσματος τοῦ κυρίου, αἰνοῦντες τὸν πάντων δεσπότην, ος μὲν κυμβάλοις, ος δὲ ψαλτηρίῳ, ος δὲ κιννύρᾳ, ος δὲ κερατίνῃ, ος δὲ κιθάρᾳ, ων μέσος ιστατο ὁ ∆αβίδ. η διάψαλμά ἐστι μουσικοῦ μέλους η ῥυθμοῦ τροπῆς γενομένης η διανοίας ἐναλλαγή. κρατῶν ἐπὶ χεῖρας τὸ ψαλτήριον, καὶ εκαστος πνεύματι ἁγίῳ κινούμενος υμνει τὸν θεὸν, καὶ πάντες συνεπεφώνουν τῷ ψάλλοντι τὸ ἀλληλούϊα. η διάψαλμά ἐστι διδασκαλία τοῦ πνεύματος τῇ ψυχῇ κατὰ τὸ ἀπόῤῥητον γενομένη, τῆς περὶ τὸ νόημα τοῦτο προσοχῆς τὸ συνεχὲς τῆς μελῳδίας περικοπτούσης. η οτι προϊούσης κατὰ τὸ ἀκόλουθον τῆς ψαλμῳδίας ἐάν τις ἐγένετο μεταξὺ προφητεύοντος τοῦ ∆αβὶδ ἑτέρα τοῦ ἁγίου πνεύματος ελλαμψις θεία, καὶ προσθήκη τοῦ κατὰ γνῶσιν χαρίσματος ἐπ' ὠφελείᾳ τῶν δεχομένων τὴν προφητείαν ἐπέχων τὴν φωνὴν καιρὸν ἐδίδου τῇ διανοίᾳ δέξασθαι τῶν νοημάτων τὴν γνῶσιν, τῶν γινομένων ἐν αὐτῷ παρὰ τῆς θείας ἐλλάμψεως. η διάψαλμά ἐστι μεταξὺ delta.528 τῆς ψαλμῳδίας δεχομένη κατὰ τὸ ἀθρόον ὑπηρέμησις πρὸς ὑποδοχὴν τοῦ θεόθεν ἐπισκιρνωμένου νοήματος. ∆ιαύλειον. οταν ἡσυχίας γενομένης ὁ αὐλητὴς ασῃ. ∆ιαφανῆ χιτώνια. οὐ τὰ λαμπρὰ, ἀλλὰ τὰ ἰσχνὰ, δι' ων διαφαίνεται τὰ σώματα τῶν γυναικῶν. καὶ ̔Ησαΐας ὁ προφήτης τὰ διαφανῆ Λακωνικά. ∆ιαφόρημα. τὸ παίγνιον. ∆ιηνεκέσ. τὸ ἡνωμένον καὶ ἀδιάσειστον. παρὰ τὸ εν τὸ ἀριθμητικόν. καὶ μετὰ ἐκτάσεως καὶ ἐν συνθέσει διηνεκές. η παρὰ τὸ ἐνέκω, ἐνεκέσω, ἐνεκὲς καὶ διηνεκές. τὸ ἐπίμηκες καὶ ἀδιάλειπτον. ∆ιδασκαλεῖον. ἡ παίδευσις καὶ τὸ σχολεῖον. διδασκάλιον δὲ τὸ μάθημα, ˉι. ∆ίπτυχα. τὰ διπλᾶ. ∆ιπτύχια. δύο περιβόλαια εχοντα, ὡς τὸ μὲν ὑπεστρῶσθαι, τὸ δὲ ετερον ὑποβεβλῆσθαι. ∆ιαφέροντα. τὰ συμφέροντα. παρὰ τῷ ̓Αποστόλω· εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα. ∆ικαιώματα. σύμβολα, θεσμούς. ειχεν ουν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας, ητοι θεσμοὺς λατρείας καὶ εὐχῶν. ( ̔Ρῆμα.) ∆ιαβάλλεται. χρῶνται ἐπὶ τοῦ ἐξαπατᾷν. τὸν γὰρ γέροντα διαβαλοῦμαι τήμερον. delta.529 ∆ιαβάλλειν. παραλογίζεσθαι. Θουκυδίδης. διαβάλλειν τὸ ἐν μέσῳ πέλαγος, καὶ λῃστεύειν τὰς νήσους. καὶ ἀντὶ τοῦ περᾷν. διαβάλλειν τὸν Ωξον ποταμόν. ∆ιαβούλομαι. ἀναπείσω. ουτω Θουκυδίδης. ∆ιαβάσησ. ἐπελθούσης. ̔Ρωμαϊκῆς δυνάμεως ἐπ' αὐτοὺς διαβάσης. ∆ιαξιφίσασθαι. ξίφεσι διαγωνίσασθαι. ∆ιαπιθηκίσαι. τὸ διαπαῖξαι. ἀπὸ τῶν πιθήκων· φιλοπαιγμονέστατον γὰρ τὸ ζῶον. ∆ιασαλακώνισον.