ἀπηυθυσμένον ἔντερον θλίβει· ἀνεθείσης οὖν αὐτῆς τὸ ἐπισχεθὲν πνεῦμα ὀλισθαίνει. Χασμησάμενοι ἢ οὐρήσαντες ὑποφρίττομεν, ὅτι τοῦ θερμοῦ πνεύματος μέρος τι συνεκτρέχει. Ἐπὶ τῶν λευκῶν ἢ ἀλφῶν αἷμα οὐχ ὑπεκρέει κεντούμενον, ὅτι ἐκ τῆς ἐπιφανείας πόρρω τὸ θερμόν. Οἱ τεταρταῖοι χρονιώτεροι, ὅτι περὶ τὸ γεῶδες τοῦ σώματος τὸ σύγκριμα γίνεται, βαρὺ δὲ τὸ γεῶδες. Τῶν ἄρθρων τὰ ἕλκη οὐ κατουλοῦται, ὅτι τῶν ἄρθρων τὸ πέρας χόνδρος ἐστίν. Τὸ ὄμβριον ὕδωρ ἐλαφρὸν ὡς γυμναζόμενον ὑπὸ τοῦ πνεύματος καὶ λεπτυνόμενον ὑπὸ τοῦ ἀέρος. Τὸ ψυχρὸν πολέμιον ὀστέοις, ὀδοῦσι καὶ νεύροις ὡς γεωδεστέροις καὶ ψυχροτέροις. Ἡ χιὼν ψυχρὰ οὖσα καίει διὰ τὴν πυκνότητα τὴν πολλήν, αἱ δὲ ἀκρότητες ἰσότητες, θερμή τε καὶ ψυχρά. Οἱ φρενιτικοὶ σμικρόσφυκτοι, ὅτι ἀραιοῦται τούτοις τὸ ἐν τοῖς μήνιγξι πνεῦμα. μεγαλόσφυγμοι οἱ ληθαργικοί, ὅτι παχύνεται τούτοις τὸ πνεῦμα καὶ βαρύνεται. Τῷ χειμῶνι πειναλέοι γινόμεθα, ὅτι τὸ θερμὸν ἐντὸς κλειόμενον πέττει τὴν τροφήν. Τὸ μέλι τοῖς ἕλκεσι δριμύ, ὅτι ἐμπίπτει τούτοις ἡ λεπτότης αὐτὴ ἡ δριμεῖα, τῇ γεύσει γλυκύ, ὅτι ὑγρὰ οὖσα αὕτη τῆς ἐν τῷ μέλιτι λειότητος ἀντιλαμβάνεται. Τὰ νεῦρα νυσσόμενα φλεγμαίνει, κοπτόμενα δὲ οὔ, ὅτι τὸ πνεῦμα διὰ τῶν στενῶν πόρων τῇ νύξει πιλοῦται εἰς ἑαυτό, ἐπὶ δὲ τῆς τελείας διακοπῆς διαπνεῖ. Οἱ πρὸ τῆς σημασίας ἱδρῶτες χαλεποί, ὅτι οἱ μετὰ τῆς ἐπισημασίιας κατὰ ἄνεσιν, οἱ δὲ πρὸ τούτων κατὰ ἔκθλιψιν. Οἱ νήστεις δυσώδεις τὸ στόμα, ὅτι ἡ ἐν τῷ στόματι δριμύτης μὴ συγκιρναμένη νέᾳ τροφῇ ἀναθυμιᾷ. Ἐν ταῖς καρδίαις οὐ γίνεται πάθος, ὅτι διὰ τὴν κυριότητα φθάνει τοῦ πάθους τὸν κίνδυνον. Ἐν τοῖς αἰγιαλοῖς εὑρίσκεται ὕδωρ γλυκύ, ὅτι τὸ λεπτομερὲς τοῦ θαλαττίου ὕδατος διὰ τῆς γῆς παρεισδύνει· τὸ λεπτὸν δὲ γλυκὺ ὡς τὸ παχὺ ἁλμυρόν. Τὰ πυρίκαυστα δυσκατούλωτα, ὅτι πάντες ἀφανίζονται οἱ πόροι καὶ δυσέκλυτος ἡ ἀποκεκλεισμένη κατ' αὐτὰ ὕλη. Οἱ πρεσβῦται φίλοινοι ὡς χρείαν ἔχοντες θερμοῦ. Τὰ δεξιὰ εὐσαρκότερα, ὅτι μᾶλλον κινουμένων αὐτῶν αἱ ὗλαι συνεπιδίδονται. Ἐπὶ τοῖς ἀριστεροῖς τὰ φορτία φέρομεν, ὅτι ἐν τοῖς ἀριστεροῖς πλείων ἡ ἐπιμονὴ τῆς ὕλης, ἐν δὲ τοῖς δεξιοῖς ὡς εὐκινητοτέροις ἐλάττων. Κοινὰ συμπτώματά εἰσιν ὅσα πάσαις συμβαίνει ταῖς ἡλικίαις ὡς ἴλιγγες, πταρμοί, λυγμοὶ καὶ τὰ λοιπά. Κάτω βλέποντες ἀφ' ὑψηλοῦ <ἰ>λιγγιῶμεν, ἄνω δ' οὔ, ὅτι ὁ ἴλιγγος κινουμένου τοῦ ἄκρου τῆς ὄψεως γίνεται. ὅταν οὖν κάτω βλέπωμεν, ἐὰν ἀπὸ βραχέος, οὐκ ἰλιγγιῶμεν διὰ τὸ {ἡδραιῶσθαι} ἐπηρεῖσθαι τὴν ὄψιν· ἐὰν δὲ ὑψόθεν, πρὶν ἂν ἐπηρείσασθαι κινῆται, καὶ τὸ ἄκρον κινεῖται· ἄνω δὲ ποῦ †οἰσῶσα† φέρεται. Ὁ πταρμὸς νυκτὸς οὐ γίνεται, ὅτι ὑπὸ θερμοῦ γίνεταί τινος κινήσαντος τὸν τόπον ἀφ' οὗ γίνεται· διὸ καὶ ἀνακύπτομεν πρὸς ἥλιον ὅταν βουλώμεθα πταρῆναι. Τρίψαντες τὸν ὀφθαλμὸν παυόμεθα τοῦ πταρμοῦ, ὅτι τὸ ἔλαττον θερμὸν τοῦ πταρμοῦ φθείρεται ὑπὸ τοῦ πλείονος τοῦ ἐν τῷ ὀφθαλμῷ· τὸ αὐτὸ τοῦτο καὶ ῥῖνα. Οἱ εἰς ταὐτὸ βλέποντες ἰλιγγιῶσιν, ὅτι συνηθροισμένα εἰς ταὐτὸ τὰ βαρέα βαρύνεσθαι ποιεῖ τὸν ἴλιγγον. καὶ ἡ δί<ν>ησις δέ, ὅτι τὰ βαρέα καὶ τὰ κοῦφα διίστησι, τὰ μὲν εἰς τὸ μέσον, τὰ δὲ εἰς τὸ ἔσχατον. διὰ τοῦτο καὶ τὸ κύπτειν ἰλίγγους ποιεῖ. ∆ιὰ ἔνδειαν ἰλιγγιῶσί τινες, ὅτι σύμπηξις γίνεται εἰς τὰ κενά· διὰ πλήρωσιν, διὰ τὴν ὑπερβολὴν τοῦ περιττώματος εἰς πλήρεις τόπους. Τὸ σκορδινᾶσθαι ἡδύ, ὅτι ἐξ ὕπνου πνεῦμα τῇ διατάσει καὶ τῇ κινήσει ὁμαλῶς διὰ τῶν ἄρθρων κινούμενον ἡδονὴν ποιεῖ. ὅτι δὲ πνεῦμα, δῆλον· χάσμην γὰρ ποειῖ. Ἐν χειμῶνι ἀναπνέομεν ἐλαττονάκις, ὅτι ἐν τῷ θέρει ὁ ἀὴρ διὰ τὴν ἀλέαν οὐχ ἱκανῶς καταψύχει καὶ πάλιν δεῖται τοῦ καταψύχοντος. ἐν δὲ τῷ χειμῶνι τοὐναντίον· ἡ γὰρ ὥρα συγκαταψύχει. Ἀνισταμένοις ἴλιγγος γίνεται μᾶλλον ἢ καθίζουσιν, ὅτι ἠρεμ[οῦσι] τὸ ὑγρὸν συνίσταται ἐν τῇ κεφαλῇ, κινουμένοις δὲ γίγνεται δῆλον καὶ ποιεῖ ἴλιγγον εἰς ἓν μόριον ἀποκλῖναν. ∆ιὰ τί τῶν ἄλλων πνευμάτων, φύσης