15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
παύσεται, δηλονότι κατ' αὐτοὺς οὐδ' ἦρκται· ἀλλὰ μὴν καὶ ἦρκται καὶ οὐ παύσεται, οὐκ ἄρα ἦρκται κατ' αὐτοὺς τὸ παυ σόμενον». Ἡ μὲν οὖν ἀγωγὴ τοῦ λόγου τοιαύτη· ἡμεῖς δὲ μεμαθήκαμεν ἀπὸ τῶν θείων γραφῶν ὅτι τῶν ὄντων ἁπάντων μόνον τὸ θεῖον ἀγέννητον, τὰ δ' ἄλλα ἐκεῖθεν γεγέννηνται. τούτων δὲ τὰ μὲν ἀεὶ μετέχει ὧν μετέσχηκε, τὰ δέ ποτε καὶ ἀμείβεται, οἷον τοῦ θεοῦ ὄντος λεγομένου καὶ ζωῆς καὶ νοῦ καὶ ψυχῆς· ταῦτα γὰρ ἀεί τε ἔστι καὶ ζῇ καὶ νοεῖ, τὰ δὲ ποτέ, ὡς τὰ κατὰ μέρος ὑπὸ διάφορα εἴδη ἄτομα. εἰ οὖν τὸ τοῦ εἶναι ἀρξάμενον, ὡς ἡ ψυχὴ καὶ ὁ νοῦς, οὐ παύσεται τοῦ εἶναί ποτε, οὐδὲ πᾶν τὸ παυσόμενον ἤρξατο, ἵνα σωθῇ ὁ τῆς ἀντιστροφῆς λόγος. ἐγὼ δὲ θαυμάζω τὸν θεῖον τοῦτον ἄνδρα ὅτι, ὃ πολλάκις εἴρηκα, δυνάμενος καὶ ἀπὸ τῶν ἑτέρων τῆς φιλοσοφίας μερῶν ἐπιστομίσασθαι τοὺς ἀντιλέγοντας, φιλοσόφως μὲν ἐπιχειρούντων φιλοσόφως ἀντεπιχειρεῖ, καὶ ἀποδεικτικῶς οἰομένων τοὺς λόγους ποιεῖν ἀνταποδείκνυσι, λογικῶς δὲ ζητούντων λογικὰς τὰς λύσεις ἐπάγει, ἵνα τούτοις αὐτοῖς τοῖς σαθροῖς <οἷς> δυναμούμενοι ἥκουσιν ἀσθε νεῖς ἀποδείξῃ καί, ἵν' οὕτως εἴπω, ἑτοιμοβελεῖς. πόσους γὰρ ἂν ἐνταῦθα, εἴ γε ἐβούλετο, λόγους ἐκίνησεν· ἀλλ' οὐχ ἑαυτῷ τὸ μέ<τρον>, ἀλλὰ τῷ τοῦ διαλόγου κανόνι ὁρίζεται.
58 οδʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ «ἔστω δὲ ὑμῶν χάριν καὶ οὐσία τις ὁ πατήρ» Φιλοσόφως ἄγαν ὁ μέγας οὗτος πατὴρ τὴν ἀμφίβολον τοῦ Εὐνομίου ἀνασκευάσας ἐρώτησιν καὶ ἑκάτερον τῶν προβεβλημένων ὡς ἄτοπον ἀνελών, ὡς «οὔτε οὐσίας ὁ πατὴρ οὔτ' ἐνεργείας ὄνομα, σχέσεως δὲ καὶ τοῦ πῶς ἔχειν πρὸς τὸν υἱόν», πρὸς ὃν καὶ ὠνόμασται, εἶτα ὥσπερ τις γεννάδας στρατιώτης οἷς εἶχεν ἑλὼν τὸν πολέμιον, αὖθις ἀφίησι, καὶ τὸ ξίφος τῶν χειρῶν ἀπωσάμενος, τῷ ἐκείνου δόρατι ἐπ' αὐτὸν χρῆται, ὥσπερ δήπου ἀναγράφεται πεποιηκὼς ὁ ∆αυίδ, «ὁ πυρράκης μετὰ κάλ λους ὀφθαλμῶν», τουτέστιν ὁ πρακτικὸς καὶ θεωρητικός. τὸ μὲν γὰρ πεφοινίχθαι τῆς κατὰ πρᾶξιν συντονίας ἐστὶ σύμβολον ἀψευδέστατον, τὸ δὲ τοὺς ὀφθαλμοὺς ὡραΐσθαι τῆς κατὰ νοῦν θεωρίας τεκμήριον ἐναργέ στατον. οὗτος γάρ, ἐπειδὴ τὸν Γολιὰθ σφενδονήσας καθεῖλε, τὸ ἐκείνου ξίφος ἀνασπάσας τοῦ κουλεοῦ, τούτῳ δὴ τὴν τυραννικὴν ἐκείνην ἀπέτεμε κεφαλήν. Ἀλλὰ ταῦτα μὲν τοῖς σπουδαιοτέροις τῶν λόγων ἐγκρινέσθωσαν· ὅσα δὲ καὶ ἐς ῥητορικὴν ἀναφέροντες εἰπεῖν ἔχομεν, καὶ ταῦτα τῷ λόγῳ προσκείσθωσαν. δύο γὰρ ταῦτα εἰδὼς ὁ θεῖος οὗτος ἀνὴρ ὄργανα τῇ τέχνῃ πρὸς ἀναίρεσιν εὔθηκτα, ἔνστασιν καὶ ἀντιπαράστασιν, πῇ μὲν θατέρῳ, πῇ δ' ἑκατέροις ἀποχρᾶται κατὰ καιρόν, ἑκάτερον δ' ἑκατέρου παρὰ τὰ συμβαίνοντα προτίθησι πράγματα. ὡς δὴ νῦν ἐνστὰς πρῶτον εἶτα ἐπήνεγκε τὴν ἀντιπαράστασιν· τὸ μὲν γὰρ ἀμφότερα ἀναιρεῖν, οἷς ὁ δεινὸς ἐκεῖνος ἀνὴρ τὸν ἀγῶνα μέγα φρονῶν εἰσελήλυθεν, ἐνστάσεως ἄν τις θεῖτο· τὸ δ' ἀμφότερα δέξασθαι καὶ κατὰ τοὺς εὐτέχνους τῶν παλαι στῶν οἷς ἔδοξεν ὑποκατακλίνεσθαι ῥιπτεῖν τὸν ὑπερκείμενον ἀντιπαρά στασις ἐναργής. Τὰς μὲν οὖν θεωρίας, δι' ἃς τοὺς λόγους οἰκονομῶν, ἃ νῦν προτίθησιν, ἐν ἑτέροις δεύτερα τίθησιν, ἐροῦμεν ὁπότε τοὺς λόγους αὐτοῦ θεωροίημεν· νῦν δὲ ἐπ' αὐτὸ τὸ ζητούμενον ἴωμεν. «ἔστω δέ» φησίν «ὑμῶν χάριν καὶ οὐσία τις ὁ πατήρ· συνεισάξει τὸν υἱόν, οὐκ ἀλλοτριώσει, κατὰ τὰς κοινὰς ταύτας ἐννοίας καὶ τὴν τῶν κλήσεων τούτων δύναμιν». «ἔστω» φησίν «ὑμῶν χάριν». ὅρα τὸν ἔντεχνον παλαιστήν· ἐπειδὴ γὰρ κατεπάλαισε τὸν ἀντιπλακέντα τούτῳ πρὸς λόγους, ἑκατέρας αὐτοῦ τὰς χεῖρας ἀποφυγών, ἃς δὴ ὑποληπτέον τὰ ἐν τῷ διλημμάτῳ προβλήματα, κατὰ δὲ τὸ μέσον ἑλών,