130
στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν· ὅτι τίς ἤκουσεν;" Ὅτι οἷς προσφέρουσι λόγοις, ἀντὶ ῥομφαίας κέχρηνται. Ταῦτα δὲ, φησὶ, δρῶσιν, ὡς μηδενὸς ἐφορῶντος. Τοῦτο γὰρ δηλοῖ, "Ὅτι τίς ἤκουσεν;" Ὡς μηδενὸςγὰρ μήτε ὁρῶντος, μήτε ἀκούοντος τὰ γινό μενα, καὶ τὰς εὐθύνας εἰσπράττοντος, οὕτω ταῦτα τολμῶσι. Ταύτην γὰρ τὴν διάνοιαν ὁ Σύμμαχος ἡρμήνευσεν. Ἀντὶ γὰρ τοῦ, Ὅτι τίς ἤκουσεν, ὡς μηδενὸς ἀκούοντος τέθεικεν. Τοιγαροῦν τοιαύ την αὐτῶν διάνοιαν προθεωρῶν ὁ ∆αβὶδ ἐπάγει λέγων· θʹ. "Καὶ σὺ, Κύριε, ἐκγελάσεις αὐτούς." Ἐκεῖ 80.1309 νοι μὲν οὖν ἐκεῖνα τολμῶσι· σὺ δὲ καὶ ἀκούεις, καὶ βλέπεις, καὶ γελᾷς αὐτῶν τὴν ματαιό τητα. "Ἐξουδενώσεις πάντα τὰ ἔθνη." Οὐ μόνον γὰρ ἐκείνων, ἀλλὰ καὶ πάντων τῶν ἐθνῶν πε ριγενέσθαι σοι ῥᾴδιον. Οὕτω καὶ ὁ θεσπέσιος Ἡ σαΐας ἔφη, τὴν τῆς θείας δυνάμεως ὑπερβολὴν δεῖξαι φιλονεικῶν, "Εἰ πάντα τὰ ἔθνη, ὡς σταγὼν ἀπὸ κά δου, καὶ ὡς ῥοπὴ ζυγοῦ, καὶ ὡς σίελος ἐλογίσθη σαν καὶ λογισθήσονται, τίνι ὁμοιώσατε Κύριον; καὶ τίνι ὁμοιώματι ὁμοιώσατε αὐτόν;" ιʹ. "Τὸ κράτος μου πρὸς σὲ φυλάξω, ὅτι σὺ ὁ Θεὸς ἀντιλήπτωρ μου." Σὲ, φησὶν, ἔχω τῆς ἐμῆς δυνάμεως ἀντιλήπτορά τε καὶ φύλακα· τῆς γὰρ σῆς ἀπολαύων προμηθείας διατελῶ. ιαʹ. "Ὁ Θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με." Προλαμβάνεις ἀεὶ τὰς αἰτήσεις, ὦ ∆έσποτα, καὶ διὰ φιλανθρωπίας ὑπερβολὴν οὐκ ἀναμένεις τὰς ἱκε τείας. "Ὁ Θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου." Κοινοὺς ἐχθροὺς ὁ προφήτης ἡγεῖται τοὺς τοῦ Σωτῆρος ἐχθρούς. Εἶτα προλέγει τούτοις τὰ ἐσόμενα. ιβʹ. "Μὴ ἀποκτείνῃς αὐτούς· μή ποτε ἐπιλάθων ται τοῦ νόμου σου." Ἱκετεύω, φησὶ, μὴ πανωλε θρίαν αὐτοὺς ὑπομεῖναι. Εἰσὶ γὰρ ἐν αὐτοῖς πολλοὶ τοῖς τῆς μεταμελείας φαρμάκοις θεραπευόμενοι. "Ἐν γὰρ τῷ θανάτῳ οὐκ ἔστιν ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;" Ποίαν τοί νυν αὐτοὺς βούλει τίσαι ποινήν; "∆ιασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου· καὶ κατάγαγε αὐτοὺς, ὁ ὑπερασπιστής μου, Κύριε." Εἰς πᾶσαν αὐτοὺς, φησὶ, σκέδασον τὴν οἰκουμένην, καὶ ποίησον σπορά δας καὶ μετανάστας· ἐπειδὴ κακῇ κατὰ σοῦ κέχρην ται συμφωνίᾳ. Τίς δὲ αὕτη, διδάσκει. ιγʹ. "Ἁμαρτία τοῦ στόματος αὐτῶν, λόγος χειλέων αὐτῶν." Σύμφωνα καὶ ταῦτα τοῖς προηρ μηνευμένοις. Καὶ γὰρ ἄνω ἔφη· "Ἰδοὺ αὐτοὶ ἀπο φθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν." Καὶ ἐνταῦθα πάλιν τῆς τοῦ στόμα τος ἁμαρτίας, καὶ τοῦ λόγου τῶν χειλέων κατηγορεῖ· διὰ πάντων διδάσκων, ὡς ἐκείνης τῆς φωνῆς εἰσπράτ 80.1312 τονται δίκας, ἢν συμφώνως ἀφῆκαν, τὴν δικαίαν τοῦ Πιλάτου παραφθείραντες ψῆφον· ἐκείνου γὰρ ὡς ἀθῶον ἀφεῖναι βουλομένου, οὗτοι δὲ ἐβόων· "Αἶρε, αἶρε, σταύρωσον αὐτόν· τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν." Ταῦτα δὲ σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν. Ἀντὶ γὰρ τοῦ, ∆ιασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου, οὕτως ἔφη, Ἀνα στάτωσον αὐτοὺς ἐν τῇ δυνάμει σου, καὶ κάθελε αὐτοὺς, ὑπερασπιστὰ ἡμῶν, Κύριε, τῇ ἁμαρτίᾳ τοῦ στόματος αὐτῶν, τῷ λόγῳ τῶν χειλέων αὐτῶν. Ἀναστάτους αὐτοὺς, φησὶ, ποίησον, καὶ δούλους ἀντ' ἐλευθέρων ἀπόφηνον· διὰ τὴν ἁμαρτίαν τοῦ στόματος αὐτῶν, καὶ τὸν λόγον τῶν χειλέων αὐ τῶν. Οὕτω καὶ ἐπὶ τῆς πυργοποιίας τὴν κακὴν συμ φωνίαν τῇ διαφωνίᾳ διέλυσε καὶ τῇ νόσῳ τῆς βλαβερᾶς ὁμονοίας, φάρμακον ἀλεξίκακον προσενή νοχε τῶν γλωσσῶν τὴν διαίρεσιν. "Καὶ συλληφθή τωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν." ∆ι' ὧν, φησὶν, ἐτόλμησαν, διὰ τούτων δότωσαν δίκας· καὶ δουλεύειν οὐκ ἀνεχόμενοι τῷ σεσωκότι Χριστῷ, ἀλλὰ τὴν τοῦ Καίσαρος ἀσπασάμενοι βασιλείαν, τῇ τοῦ Καίσαρος δουλείᾳ παραδοθήσονται. "Καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται. [ιδʹ] Ἐν συντελείᾳ, ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσιν." Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρ μήνευσεν· Συλληφθήτωσαν μετὰ τῆς ὑπερηφα νίας αὐτῶν· ἀρὰν καὶ ψεῦδος λαλοῦντας συν τέλεσον· ἐν θυμῷ ἀνάλωσον, ἵνα μὴ ὦσιν. Ἐπειδὴ γὰρ συκοφαντίαις ἐχρήσαντο, λέγοντες αὐτὸν προστεταχέναι μὴ δοῦναι Καίσαρ· κῆνσον· καὶ ταῦτα ἀκηκοότες παρεγγυῶντος αὐτοῦ δοῦναι τὰ τοῦ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ