130
τρόμῳ εὐαρεστήσῃς θεῷ, τὸ μὲν ἐργαζόμενος ταῖς χερσί, τὸ δὲ ψαλμολογῶν, τὸ δὲ προσευχόμενος, εἴ τι ἄλλο εἰς παραβίβασιν τῆς ἡμέρας. Ναί, τέκνον μου, πλήρωσόν μου τὴν χαράν, ἵνα ἀκούων τὰ περὶ σοῦ χαίρω καὶ ἐγκαυχῶμαι. προσεύχου δὲ καὶ περὶ ἐμοῦ, τοῦ ταπεινοῦ πατρός σου. οἱ σὺν ἐμοὶ ἀδελφοί σου ἀσπάζονταί σε. 172 {1Ἡγησίμῳ τέκνῳ}1 Εὖγε, τέκνον Ἡγήσιμε, ἡγοῦμαί σε ὁμολογητὴν Χριστοῦ· ἡγήθης γὰρ καλῶς εἰσελθεῖν εἰς τὸ στάδιον σὺν τοῖς ἀδελφοῖς σου τῆς σωτηρίας. ἐξεδύθης σὺν Χριστῷ, ἐμαστιγώθης σὺν αὐτῷ, σύμμορφος ἐγένου τῷ σώματι τῆς δόξης αὐτοῦ. οὐ χαίρεις; οὐ σκιρτᾷς; πόσοι τῷ πλήθει οἱ ἀδελφοί σου, καὶ ὅμως σὺ κατηξιώθης σὺν τοῖς ἐννέα ἀθλοφορῆσαι. πόθεν σοι τοῦτο, ὦ τέκνον; δόξασον, ὕμνησον, αἴνεσον τὸν δωρεάν σε μεγαλύναντα Κύριον. μὴ μέντοι ἀναπέσῃς, ἀλλὰ καρδιώθητι ἔτι εἰς τὴν ἀγάπην Χριστοῦ, προθύμως καὶ θερμῶς δουλεύων αὐτῷ διὰ πάσης ἐντολῆς· ἔτι γὰρ ἐνέστηκε τὸ μαρτύριον, ἕως ἂν ὁ θάνατος παρῇ. μὴ ἀπονυστάξῃς κατὰ ψυχήν· ἐργάζου ταῖς χερσί, ψάλλε τῷ πνεύματι, ψάλλε καὶ τῷ νοΐ. κάθαιρε τὸν νοῦν ἀπὸ τῶν κοινούντων τὴν καρδίαν λογισμῶν πονηρῶν. χαῖρε τῇ ἐλπίδι, ὑπόμενε τῇ θλίψει, μνημόνευε τὴν ἔξοδον, μιμνήσκου τῆς ἡμέρας τῆς φοβερᾶς τῆς ἀνταποδόσεως. προθυμοῦ, ἂν δέῃ, καὶ πάλιν μαστιγωθῆναι, τυχὸν καὶ θανεῖν, διὰ Χριστόν, ὅπως εἴη σοι λέγειν ἐν χαρᾷ ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι ἐν πᾶσιν· προσαγορεύουσίν σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου. ἡ χάρις μετὰ σοῦ· ἀμήν. 173 {1Στεφάνῳ τέκνῳ}1 Χάρις σοι, ἀδελφὲ Στέφανε, τέκνον μου ἠγαπημένον, ἀθλητὰ Χριστοῦ· ἐπισκέπτομαί σε διὰ τοῦ γράμματος, ἀσπάζομαί σε ἀπὸ καρδίας. καλή σου ἡ διὰ Χριστὸν ἄθλησις καὶ ἐξορία· εἵλου ἐνεγκεῖν πληγάς, ἵνα σύμμορφος γένῃ τοῖς παθήμασι Χριστοῦ, φερωνύμως στεφανωθεὶς τῷ μαρτυρίῳ Χριστοῦ. χαῖρε καὶ εὐφραίνου, ὅτι πολύς σου ὁ μισθὸς ἐν τοῖς οὐρανοῖς. ἀλλ' ἐπειδὴ ἀκμὴν ὁ ἀγὼν ἐνέστηκεν, χρεία ὑπομονῆς, ἵνα οὕτως μέχρι τέλους κομίσῃ τὴν ἐπαγγελίαν τοῦ θεοῦ, ἑτοιμάζου τυχὸν καὶ αὖθις μαστιγωθῆναι, οὐ μὴν ἀλλὰ καὶ ἀποθανεῖν μαρτυρικῶς. καὶ τίς ἄξιος τοῦτο ὑπομεῖναι; ἐγὼ οἶδά σου τοὺς ἐν τῷ μοναστηρίῳ ἀγῶνας, τοὺς ἀσκητικούς τε καὶ φιλομαρτυρικούς, τὸ πρόθυμον καὶ ζέον τῆς καρδίας, ἐξ ὧν καὶ ὑπήχθης εἰσελθεῖν εἰς τὸ στάδιον τῆς μαρτυρίας Χριστοῦ. ἔτι ἀρίστευσον, ἔτι ἀνδραγάθησον δι' ὑπομονῆς, ἵνα χορεύσῃς σὺν ὁμολογηταῖς, σὺν μάρτυσιν. περὶ τῆς φυλακῆς τῆς ψυχῆς σου περισσόν μοί ἐστι τὸ γράφειν σοι, εἰδὼς τὴν ἀκρίβειάν σου, τὸ ἀπαρρησίαστον, τὸ νηφάλεον, τὸ διεγερτικόν. ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ διαλαλῆται, μνημόνευε τῆς ἡμέρας τοῦ θανάτου καὶ ἀνολίγωρος ἔσῃ πάντοτε. Εὔχου καὶ ὑπερεύχου τῆς ταπεινώσεώς μου ἵνα σῴζωμαι ἐν πᾶσιν· οἱ σὺν ἐμοὶ ἀδελφοί σου ἀσπάζονταί σε πλεῖστα. ἡ χάρις μετὰ σοῦ· ἀμήν. 174 {1Ἐφραὶμ τέκνῳ}1 Χαῖρε, τέκνον Ἐφραίμ, ὁ καλὸς στρατιώτης Χριστοῦ· πῶς ἔχεις; πῶς ἡ ἐξορία; πῶς ἡ ὑπομονή; εὐχαριστεῖς τῷ θεῷ ὅτι ἠξίωσαι διὰ τὸ ὄνομα αὐτοῦ παθεῖν ἅπερ πέπονθας; δοξάζεις αὐτὸν καὶ αἰνεῖς ὅτι ἐκ πάσης τῆς ἀδελφότητος εἷς τῶν δέκα ἐγένου, δευτερεύων ἐν τῷ δέρεσθαι καὶ πρωτεύων ἐν τῷ σχήματι; ὑμνεῖς αὐτὸν καὶ στέργεις ὅτι εἶδες τὸ αἷμά σου χυθὲν ἐπὶ τὴν γῆν καὶ τὰς σάρκας σου ἐξεσμένας διὰ τὴν ἁγίαν εἰκόνα Χριστοῦ; χάρις Κυρίῳ, ἀδελφέ μου, τῷ καλέσαντί σε εἰς τὴν ὁμολογίαν αὐτοῦ σὺν τοῖς λοιποῖς· ἔλαμψες ἐν τοῖς ἀδελφοῖς σου, μᾶλλον δὲ ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ. βλέπε οὖν τὴν κλῆσίν σου, βλέπε τὴν δόξαν σου, ποῦ ἦς κάτω καὶ ποῦ σε ὕψωσε Χριστός· ἀναλόγισαι γὰρ σαυτὸν καὶ τὰ σαυτοῦ καὶ δὸς δόξαν τῷ ἀγαθῷ θεῷ, ὅτι οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. Στῆθι οὖν ἔτι, τέκνον μου, ὑποφέρων τὸν κόπον τῶν ἔνδον λογισμῶν· μέγας γὰρ οὗτος ὁ πόλεμος καὶ ἀκατάληκτος μέχρι τέλους ζωῆς. ὡς ἠρίστευσας ἔξωθεν ἐνεγκὼν τὰς πληγὰς καὶ φυλακάς, ἀρίστευσον καὶ πρὸς τοὺς