1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

130

ἠσφαλίζετο. ὁ δὲ βάρβαρος τὸν Πρίσκον πολιορκεῖν ἐνεχείρει. ταῦτα δὲ ἀκηκοὼς Μαυρίκιος διηπόρει, τί δρᾶσαι, εὐβουλίᾳ δὲ καταστρατηγεῖ τῆς ἀπείρου δυνάμεως· καὶ ἕνα τῶν ἐκσκουβιτόρων μεγάλαις δωρεαῖς καὶ ὑποσχέσεσι πείθει ἑκοντὶ περιπεσεῖν τοῖς βαρβάροις· καὶ δίδωσιν αὐτῷ πρὸς Πρίσκον γράμματα περιέχοντα τάδε· "τῷ ἐνδοξοτάτῳ στρατηγῷ Πρίσκῳ. τὴν ἀλιτηρίαν τῶν βαρβάρων ἐγχείρησιν μὴ δειλιάσῃς· πρὸς γὰρ ἀπώλειαν αὐτῶν τοῦτο γέγονεν. γίνωσκε γὰρ ὅτι μετὰ πολλῆς αἰσχύνης ἔχει ὁ Χαγάνος ὑποστρέψαι εἰς τὴν ἀφιερωθεῖσαν αὐτῷ ὑπὸ Ῥωμαίων χώραν. διὰ τοῦτο καρτερήσῃ ἡ σὴ ἐνδοξότης ἐν Τζουρουλῷ περιρέμβων αὐτούς. πέμπομεν γὰρ διὰ θαλάσσης πλοῖα καὶ αἰχμαλωτίζομεν τὰς φαμιλίας αὐτῶν. καὶ ἀναγκάζεται μετὰ αἰσχύνης καὶ ζημίας εἰς τὰ ἴδια ὑποστρέψαι." ὁ δὲ Χαγάνος κρατήσας τὰ γράμματα καὶ ἀναγνοὺς γίνεται περιδεής. καὶ συνθήκας πρὸς τὸν Πρίσκον διαθέμενος καὶ εἰρηνεύσας ἐπὶ δώροις ὀλίγοις καὶ ἀναξιολόγοις εἰς τὴν ἑαυτοῦ ἐπανέζευξε γῆν μετὰ φυγῆς κραταιᾶς. Ἱεροσολύμων ἐπίσκοπος Ἀμὼς ἔτη ηʹ. ιαʹ. εʹ. ιβʹ. αʹ. ιδʹ. κγʹ. Τούτῳ τῷ ἔτει ὁ αὐτοκράτωρ Μαυρίκιος τὸν Πρίσκον σὺν πάσαις ταῖς Ῥωμαϊκαῖς δυνάμεσιν ἐπὶ τὸν Ἴστρον ποταμὸν ἔπεμψεν, ὥστε τὰ Σκλαυινῶν ἔθνη διαπερᾶσαι κωλύσῃ. τούτου δὲ ἐλθόντος ἐπὶ τὸν ∆ορόστολον, ὁ Χαγάνος μαθὼν πρέσβεις ἐξέπεμψε πρὸς αὐτόν, καὶ κατῃτιᾶτο Ῥωμαίους ἔναρξιν τῷ πολέμῳ διδόντας. ὁ δὲ Πρίσκος ἀπελογεῖτο, ὅτι "οὐ πρὸς Ἀβάρους τὸν πόλεμον ποιῆσαι παραγέγονα, ἀλλὰ πρὸς τὰ Σκλαυινῶν ἔθνη ὑπὸ τοῦ αὐτοκράτορος ἀπεστάλην." ἀκηκοὼς δὲ ὁ Πρίσκος, ὅτι Ἀρδάγαστος τὰ πλήθη τῶν Σκλαυινῶν πρὸς τὸ πραιδεύειν διεσκόρπισεν, διαπεράσας τὸν Ἴστρον 271 μεσούσης νυκτὸς ἀδοκήτως τῷ Ἀρδαγάστῳ συνέμιξεν. ὁ δὲ Ἀρδάγαστος τοῦ κινδύνου αἰσθόμενος ἵππου τε γυμνοῦ ἐπιβὰς μόλις διασώζεται. οἱ δὲ Ῥωμαῖοι ἀνελόντες πλήθη Σκλαυινῶν καὶ τὴν περὶ τὸν Ἀρδάγαστον διατεμόντες χώραν αἰχμαλωσίας τε κρατήσαντες πολλοὺς εἰς τὸ Βυζάντιον ἔπεμπον διὰ Τατίμερος. ὁ δὲ Τατίμερ ἐκλύτως τὴν πορείαν ποιούμενος καὶ εἰς μέθην καὶ τρυφὴν ἐπιδιδοὺς ἠμέλει. καὶ τῇ τρίτῃ ἡμέρᾳ πλήθη Σκλαυινῶν ἐπιτίθενται αὐτῷ· καὶ δειλίᾳ συσχεθείς, φεύγων εἰς τὸ Βυζάντιον ἧκεν. οἱ δὲ σὺν αὐτῷ Ῥωμαῖοι ἐγκρατῶς τοῖς Σκλαυινοῖς μαχησάμενοι κρατοῦσι τῶν βαρβάρων παραδόξως καὶ εἰς τὸ Βυζάντιον τὴν αἰχμαλωσίαν τῷ βασιλεῖ ἀποσώζουσιν· ὁ δὲ αὐτοκράτωρ εὐφρανθεὶς εὐχαριστηρίους ὕμνους μετὰ πάσης τῆς πόλεως τῷ θεῷ προσέφερεν. ὁ δὲ Πρίσκος θαρρήσας εἰς τὰ ἐσώτερα μέρη τῶν Σκλαυινῶν ἐχώρει. Γήπαις δὲ ἀνὴρ τῆς θρησκείας τῶν Χριστιανῶν ὑπάρχων αὐτομολεῖ πρὸς Ῥωμαίους καὶ τὴν εἴσοδον τοῖς Ῥωμαίοις ὑπέδειξεν· καὶ τῶν βαρβάρων ἐκράτησαν· ἔφησε δὲ καὶ Μουσούκιον, τὸν ῥῆγα τῶν βαρβάρων, ἀπὸ τριάκοντα σημείων διάγειν. προδοσίᾳ δὲ τοῦ Γήπαιδος διαβὰς τὸν ποταμὸν ὁ Πρίσκος μεσούσης νυκτὸς εὑρίσκει τὸν Μουσούκιον διεφθαρμένον τῇ μέθῃ· ἐπιτάφιον γὰρ ἑορτὴν τοῦ ἰδίου ἀδελφοῦ ἑώρταζεν· καὶ τοῦτον συλλαβόμενος ζῶντα φόνον πολὺν ἐν τοῖς βαρβάροις εἰργάσατο. πολλῆς δὲ αἰχμαλωσίας κρατήσαντες τρυφῇ καὶ μέθῃ ἑαυτοὺς ἐκδεδώκασιν. συναθροισθέντες δὲ οἱ βάρβαροι τοῖς νενικηκόσιν ἐφίστανται· καὶ ἦν ἂν ἡ ἀντίδοσις χαλεπωτέρα τῆς προϋπαρξάσης ἀνδραγαθίας, εἰ μὴ ὁ Γένζων μετὰ τῆς πεζικῆς δυνάμεως τῶν Ῥωμαίων ἐπιστὰς μάχῃ κραταιᾷ διεκώλυσε τὰς ὁρμὰς τῶν βαρβάρων. ὁ δὲ Πρίσκος τοὺς τὴν φρουρὰν αὐτῷ πεπιστευμένους ἀνεσκολόπισεν. Τῷ δ' αὐτῷ χρόνῳ καὶ Παῦλος, ὁ τοῦ βασιλέως πατήρ, ἐτελεύτησεν ἐν Κωνσταντινουπόλει καὶ ἐτάφη ἐν τοῖς βασιλικοῖς μνήμασιν· ὁμοίως καὶ Ἀναστασία ἡ αὐγούστα, ἡ πενθερὰ Μαυρικίου, γυνὴ δὲ Τιβερίου τοῦ βασιλέως, καὶ αὐτὴ ἐτάφη μετὰ Τιβερίου, τοῦ ἀνδρὸς αὐτῆς. 272 Κόσμου ἔτη ϛπϛʹ. Τῆς θείας σαρκώσεως ἔτη φπϛʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ιβʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ϛʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ.