131
αὐτῷ κηρύσσει. ἐκείνου γὰρ εἰπόντος τινί (ὡς μανθάνω)· «Μή με λέγε ἀγαθόν, ὁ γὰρ ἀγαθὸς εἷς ἐστιν», ἀγαθὸν δὲ εἰπὼν οὐκέτι ἐκεῖνον λέγει τὸν δίκαιον, ὃν αἱ γραφαὶ κηρύσσουσιν, ὃς ἀποκτέννει καὶ ζωοποιεῖ, ἀποκτέννει μὲν τοὺς ἁμαρτάνοντας, ζωοποιεῖ δὲ τοὺς κατὰ γνώμην αὐτοῦ βιοῦντας. ὅτι δὲ ὄντως οὐ τὸν δημιουργὸν ἔλεγεν ἀγαθόν, τῷ διανοη- θῆναι δυναμένῳ σαφές ἐστιν. τοῦ γὰρ δημιουργοῦ ἐγνωσμένου καὶ τῷ πλασθέντι Ἀδὰμ καὶ τῷ εὐαρεστήσαντι αὐτῷ Ἐνὼχ καὶ τῷ ὑπ' αὐτοῦ δικαίῳ ὁραθέντι Νῶε, ὁμοίως καὶ τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἀλλὰ καὶ Μωϋσῇ καὶ λαῷ καὶ ὅλῳ τῷ κόσμῳ, ὁ διδάσκαλος αὐτοῦ Πέ- τρου Ἰησοῦς ἐλθὼν ἔλεγεν· «Oὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν εἰ μὴ ὁ πατὴρ καὶ οἷς ἂν βούληται ὁ υἱὸς ἀπο- καλύψαι». εἰ οὖν αὐτὸς υἱὸς ἦν ὁ παρών, ἀπὸ τῆς αὐτοῦ παρουσίας οἷς ἐβούλετο τὸν πᾶσιν ἄγνωστον ἀπεκάλυπτεν. καὶ οὕτως τοῖς πρὸ αὐτοῦ πᾶσιν ἄγνωστος ἦν ὁ πατήρ, οὐχ οὗτος ὢν ὁ πᾶσιν ἐγνωσμένος. καὶ τοῦτο εἰπὼν Ἰησοῦς οὐδὲ αὐτὸς ἑαυτῷ συμφωνεῖ. ἐνίοτε γὰρ ἄλλαις φωναῖς τὸν ἀπὸ τῶν γραφῶν φοβερὸν καὶ δίκαιον συνίστησι θεὸν λέγων· «Μὴ φοβηθῆτε ἀπὸ τοῦ ἀποκτέννοντος τὸ σῶμα, τῇ δὲ ψυχῇ μὴ δυνα- μένου τι ποιῆσαι· φοβήθητε δὲ τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχὴν εἰς τὴν γέενναν τοῦ πυρὸς βαλεῖν. ναὶ λέγω ὑμῖν, τοῦτον φοβήθητε». ὅτι δὲ ὄντως τοῦτον φοβηθῆναι ἔλεγεν ὡς δίκαιον θεόν, πρὸς ὃν καὶ ἀδικουμένους βοᾶν λέγει, παραβολὴν εἰς τοῦτο εἰπὼν ἐπάγει τὴν ἑρμηνείαν λέγων· «Eἰ οὖν ὁ κριτὴς τῆς ἀδικίας ἐποίησεν οὕτως διὰ τὸ ἑκάστοτε ἀξιωθῆναι, πόσῳ μᾶλλον ὁ πατὴρ ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός; ἢ διὰ τὸ μακροθυμεῖν αὐτὸν ἐπ' αὐτοῖς δοκεῖτε ὅτι οὐ ποιήσει; ναὶ λέγω ὑμῖν, ποιήσει, καὶ ἐν τάχει». ὁ δὲ ἐκδικοῦντα καὶ ἀμυνόμενον λέγων θεὸν δίκαιον αὐτὸν τῇ φύσει συνίστησιν καὶ οὐκ ἀγαθόν. ἔτι δὲ καὶ ἐξομολογεῖται τῷ κυ- ρίῳ οὐρανοῦ καὶ γῆς. εἰ δὲ κύριός ἐστιν οὐρανοῦ καὶ γῆς, ὁμολογεῖται δημιουργός, δημιουργὸς δὲ ὢν δίκαιός ἐστιν. ποτὲ μὲν ἀγαθὸν λέγων, ποτὲ δὲ δίκαιον, οὐδὲ οὕτως συμφωνεῖ. τρίτον δὲ ὁ σοφὸς αὐτοῦ μα- θητὴς ἐχθὲς διισχυρίζετο ἐνάργειαν ὀπτασίας ἱκανωτέραν εἶναι, οὐκ εἰδὼς ὅτι ἡ ἐνάργεια ἀνθρωπεία εἶναι δύναται, ἡ δὲ ὀπτασία θεότητος εἶναι ὁμολογεῖται. ταῦτα καὶ τὰ τούτοις ὅμοια, Πέτρε, ὁ Σίμων τοῖς ὄχλοις ἔξω ἑστὼς καὶ διαλεγόμενος, ταράσσειν μοι δοκεῖ τοὺς πλείονας. διὸ ἐξαυτῆς ἔξιθι, ἀληθείας δυνάμει τοὺς αὐτοῦ ψευδεῖς ἐκλύων λόγους. Ταῦτα τοῦ Ζακχαίου εἰπόντος ὁ Πέτρος συνήθως εὐξάμενος ἐξῄει καὶ εἰς τὸν πρὸ μιᾶς τόπον στὰς καὶ τῷ τῆς θεοσεβείας ἔθει προσαγορεύ- σας τοὺς ὄχλους τοῦ λέγειν ἤρξατο οὕτως· Ἀληθὴς ὢν προφήτης ὁ κύριος ἡμῶν Ἰησοῦς (ὡς ἐπὶ καιροῦ καὶ περὶ τούτου πληροφορήσω) περὶ τῶν τῇ ἀληθείᾳ διαφερόντων συντόμως τὰς ἀποφάσεις ἐποιεῖτο διὰ δύο ταῦτα, ὅτι πρὸς θεοσεβεῖς ἐποιεῖτο τὸν λόγον εἰδότας τὰ ἀποφάσει ὑπ' αὐτοῦ ἐκ φερόμενα πιστεύειν (οὐδὲ γὰρ ἦν ξένα τῆς αὐτῶν συνηθείας τὰ λεγόμενα), δεύτερον δὲ ὅτι προθεσμίαν ἔχων κηρύξαι τῷ τῆς ἀποδείξεως οὐκ ἐχρῆτο λόγῳ, ἵνα μὴ εἰς λόγους τὸν πάντα τῆς προθεσμίας δαπανᾷ χρόνον, καὶ