1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

131

μδ. Περὶ τοῦ μυστικοῦ μύρου εὐχαριστία. με. Προσευχὴ τῶν νεοτελῶν. μς. Τίνας ἐπισκόπους πέμποντες ἐχειροτόνησαν οἱ ἅγιοι ἀπόστολοι. μζ. "Υμνος ὀρθρινός. μη. Ἑσπερινός. μθ. Ἐπ' ἀρίστῳ. Τοῦ νομοθέτου Μωϋσέως εἰρηκότος τοῖς Ἰσραηλίταις· «Ἰδοὺ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου», καὶ ἐπιφέροντος· «Ἔκλεξαι τὴν ζωήν, ἵνα ζήσῃς», καὶ τοῦ προφήτου Ἠλιοῦ λέγοντος τῷ λαῷ· «Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Eἰ Θεός ἐστι Κύριος, πορεύεσθε ὀπίσω αὐτοῦ», εἰκότως ἔλεγεν καὶ ὁ Κύριος Ἰησοῦς· «Oὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει.» Ἀναγκαίως καὶ ἡμεῖς ἑπόμενοι τῷ διδασκάλῳ Χριστῷ, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν, φαμὲν ὡς δύο ὁδοί εἰσιν, μία τῆς ζωῆς καὶ μία τοῦ θανάτου. Oὐδεμίαν δὲ σύγκρισιν ἔχουσιν πρὸς ἑαυτάς, πολὺ γὰρ τὸ διάφορον, μᾶλλον δὲ πάντη κεχωρισμέναι τυγχάνουσιν, καὶ φυσικὴ μὲν ἔστιν ἡ τῆς ζωῆς ὁδός, ἐπείσακτος δὲ ἡ τοῦ θανάτου, οὐ τοῦ κατὰ γνώμην Θεοῦ ὑπάρξαντος, ἀλλὰ τοῦ ἐξ ἐπιβουλῆς τοῦ ἀλλοτρίου. Πρώτη οὖν τυγχάνει ἡ ὁδὸς τῆς ζωῆς· καὶ ἔστιν αὕτη, ἣν καὶ ὁ Νόμος διαγορεύει· «Ἀγαπᾶν Κύριον τὸν Θεὸν ἐξ ὅλης τῆς διανοίας καὶ ἐξ ὅλης τῆς ψυχῆς τὸν ἕνα καὶ μόνον, παρ' ὃν ἄλλος οὐκ ἔστιν, καὶ τὸν πλησίον ὡς ἑαυτόν.» Καὶ· «Πᾶν, ὃ μὴ θέλεις γενέσθαι σοι, τοῦτο ἄλλῳ οὐ ποιήσεις». Τοῦτ' ἔστιν· «Ὃ σὺ μισεῖς, ἄλλῳ οὐ ποιήσεις.» «Eὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, προ σεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν. Ποία γὰρ ὑμῖν χάρις, ἐὰν φιλῆτε τοὺς φιλοῦντας ὑμᾶς; Καὶ γὰρ καὶ οἱ ἐθνικοὶ τοῦτο ποιοῦσιν.» Ὑμεῖς δὲ φιλεῖτε τοὺς μισοῦντας ὑμᾶς. Καὶ ἐχθρὸν οὐχ ἕξετε. «Oὐ μισήσεις γὰρ πάντα ἄνθρωπον, φησί, οὐκ Aἰγύπτιον, οὐκ Ἰδουμαῖον», ἅπαντες γάρ εἰσιν τοῦ Θεοῦ ἔργα. Φεύγετε δὲ οὐ τὰς φύσεις, ἀλλὰ τὰς γνώμας τῶν πονηρῶν. «Ἀπέχου τῶν σαρκικῶν καὶ κοσμικῶν ἐπιθυμιῶν. Ἐάν τίς σοι δῷ ·άπισμα εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην», οὐ φαύλης οὔσης τῆς ἀμύνης, ἀλλὰ τιμιωτέρας τῆς ἀνεξικακίας. Λέγει γὰρ ὁ ∆αυίδ· «Eἰ