Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
καὶ τὴν θείαν τε καὶ ἄφραστον δύναμίν τε καὶ δόξαν δεχόμενοι κατὰ νοῦν, αἴρουσιν ὑψοῦ τὰς φωνὰς, καὶ μεγέθη τοῖς διηγήμασιν ἐπινοοῦσιν τὰ ἐξαίρετα. Ἀεὶ δέ πως ὀργιζομένῳ Θεῷ συγκαταθήγεται πρὸς ὀργὰς καὶ ἡ δούλη κτίσις, διανιστάντος πάντως που πρὸς τοῦτο αὐτὴν τοῦ πᾶσι προστάττοντος. Καὶ γοῦν ὠργίζετο μὲν Αἰγυπτίοις, ἀπρακτεῖν δὲ ἡ κτίσις οὐκ ἠνέσχετο. Μεθίστατο μὲν γὰρ εἰς αἷμα τὸ ὕδωρ, ἐξῆρε δὲ καὶ ἡ γῆ βατράχους, καθὰ γέγραπται, κα- θίει δὲ χαλάζας ὁ οὐρανός· καὶ μὴν καὶ βαθὺς, καὶ τριήμερος ἁπάσης αὐτῶν τῆς χώρας κατεσκίδνατο σκότος. Οὐκοῦν θυμωθήσεται, φησὶ, καὶ αὐτὸς ὁ οὐ- ρανὸς, καὶ οἷον ἐκ βάθρων ἡ γῆ σεισθήσεται, διὰ θυμὸν ὀργῆς Κυρίου. Συνεκπολεμεῖ γὰρ ἡ κτίσις ἐπὶ τοὺς ἄφρονας, καὶ λελυπημένου ∆εσπότου μονονουχὶ συγκαθίσταται καὶ ἡ αὐτὴ πρὸς τοῦτο. Πάντα γὰρ τῇ ὑπερτάτῃ συντρέχει βουλῇ, καὶ οὐδέν ἐστι τῶν ὄντων, ὃ μὴ τοῖς θείοις νεύμασι, καὶ ἀβουλήτως παραχωρῇ. 9Καὶ ἔσονται καταλελειμμένοι ὡς δορκάδιον φεῦ- 70.360 γον, καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι, καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτοῦ διῶξαι. Ὃς γὰρ ἐὰν ἁλῷ ἡττηθήσεται, καὶ οἵτινες συνηγμένοι εἰσὶ μαχαίρᾳ πεσοῦνται, καὶ τὰ τέκνα αὐτῶν ἐνώπιον αὐτῶν ῥάξουσι, καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν.9 Εὐαριθμήτους κομιδῇ τοὺς περιλειφθέντας ἔσεσθαί φησι, πλὴν καὶ αὐτοὺς ἀνάνδρους τε καὶ ἀφιλομα- χωτάτους, καὶ δειλίας εἰς τοῦτο κατεῤῥαγμένους, ὡς οὐδὲν ἕτερον ἑλέσθαι δρᾷν, πλὴν ὅτι μόνον τὸ φεύγειν, ἐν ἴσῳ δορκάδι, καὶ τὸ ἀτίμως σώζεσθαί φησιν, καὶ ἀπειπεῖν εἰς ἅπαν τὸ κἂν γοῦν ἀνταναστῆναι μόνον ταῖς τῶν πολεμίων συμφοραῖς. Ὅτι δὲ ἀνεπιστάτη- τοί τε καὶ ἄναρχοι μενοῦσι, καίπερ ὄντες ἀριθμῷ βραχεῖς, ὑπεμφαίνει λέγων, ὡς πρόβατον ἔσεσθαι πλανώμενον, καὶ τῆς τοῦ ποιμαίνοντος ἐπιεικείας ἐστερημένον, καὶ ἔξω που νομῆς ἰὸν, ὡς καὶ σηκῶν τῶν κατειθισμένων ἑλέσθαι μακράν. Οὐ γὰρ ἔσται, φησὶν, ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐ- τοῦ ἀποστραφῆναι, καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐ- τοῦ διῶξαι. Τὸ δὲ, διῶξαι, φησὶν ἀντὶ τοῦ ἐπειχθῆναι, καίτοι φίλον ἅπασιν ἡ χώρα, καὶ πατρῴων ἐνδιαιτη- μάτων ἄμεινον οὐδέν. Ἀλλὰ καὶ τῶν οὕτως αὐτοῖς φιλαιτάτων ἡ στέρησις ἡδεῖα, φησὶ, διάτοι τὸ πάντα τὸν ἁλισκόμενον παραχρῆμά τε διόλλυσθαι ... ... συμβήσεσθαι δέ τι καὶ ἕτερον τῶν ὅτι μά- λιστα πεφυκότων ἀνιᾷν ὁ προφητικὸς διισχυρίζεται λόγος. Τὰ γὰρ τέκνα αὐτῶν, φησὶν, ἐνώπιον αὐτῶν ῥάξουσι, καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι, καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσι. Τί δ' ἂν γένοιτο τοῖς γεγεννηκόσι δυσαχθέστερον τῆς τῶν τέκνων σφαγῆς; ἢ πῶς οὐχ ἁπάσης αἰκίας δυσφορητότερον, τὸ ἰδεῖν μὲν οἴκους διηρπασμένους, σεμνότητα δὲ γυναίων ἀδικουμένην, καὶ ταῖς τῶν κεκρατηκότων ἀσελγείαις ὑπενηνεγμένην; Μέμνηταί που καὶ ὁ μακάριος ψαλμ- ωδὸς τοιούτου τινός. Ποιούμενος γὰρ τοὺς λόγους περὶ τῆς Βαβυλωνίων· "6Μακάριος,"6 φησὶν, "6ὃς κρατήσει, καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέ- τραν."6 Ἀλλὰ ταυτὶ μὲν ἱστορικῶς τῇ τῶν Ἀσσυρίων συμβέβηκε χώρᾳ, καὶ ταῖς ἐν αὐτῇ πόλεσί τε καὶ χώραις, ὅτι καὶ πάντες εἰδωλολάτραι καὶ ἀλαζόνες οὐ φορητῶς, καὶ θεομάχοι δεινῶς, καὶ μάγου τέχνης ἐπι- στήμονες. Αὐτοὶ δὲ καὶ τὴν ἁγίαν πεπορθήκασι πόλιν, καὶ τὸν τοῦ Θεοῦ κλῆρον καταδῃώσαντες, τοῦτ' ἔστι, τὸν Ἰσραὴλ, ἐν τῇ τῶν δορυκτήτων μοίρᾳ πεποιημέ- νοι, τὸν ἀσυνήθη τῆς δουλείας αὐτοῖς ἐπέθηκαν ζυ- γόν. Καὶ στήσεται μὲν ὁ περὶ τούτων λόγος, οὐκ ἔν γε τοῖς κατὰ μόνην τὴν ἱστορίαν, καὶ τοῖς ἐμφανῶς γεγονόσιν· ἔξεστι δὲ μᾶλλον τοῖς ἐθέλουσι νοεῖν καὶ πνευματικῶς, εἰ δὴ μετατάττοιεν εὐφυῶς τῶν γεγο- νότων τὴν δύναμιν, ἐπί τε αὐτὸν τὸν ἁπάσης τῆς φαυλότητος εὑρέτην, τὸν θεοστυγῆ τε καὶ ἀπηνέστα- τον, φημὶ δὴ τὸν Σατανᾶν, μάλισθ' ὅτι τῆς προφη- τείας ὁ λόγος τὸ Χριστοῦ μυστήριον προσενεγκὼν, καὶ τὴν ἐπ' αὐτῷ προσαγόρευσιν εὖ μάλα πεποιημέ- 70.361 νοι, εἰσκεκόμικε γείτονα τὴν κατὰ Βαβυλῶνος ὅρασιν μονονουχὶ τῶν