Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
γὰρ ἀδικίαν ἐν τῇ καρδίᾳ λογιζόμε νοι, καὶ ἕτερα μὲν διανοούμενοι, ἕτερα δὲ τῷ στό ματι λαλοῦντες. Εἰ γὰρ καὶ οἱ λόγοι χρηστοὶ, δι' ὧν ἐκδικεῖν βούλεσθε τὸν νόμον, ἀλλ' ἡ καρδία πικρίας ἐστὶ πλήρης, καὶ αἱ πράξεις δὲ ὁμοίως ἀδικίας πε πλήρωνται, ἔλεγχος οὖσαι τῶν ἐν καρδίᾳ νοημάτων, ἄπερ ἐν γῇ δύνανται λανθάνειν, οὐ μὴν καὶ ὅταν πάντα γυμνὰ κρίνηται. Εἶτα ἐπάγει, σχετλιάζων ὑπὲρ τῶν τῆς σωτηρίας ἐκπεπτωκότων, τὰς μετὰ ταῦτα φωνὰς, λέγων· Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας. (A f. 298 b.) Εἰσὶ δέ τινες οἱ μὴ εἰδότες τὸ ἔθος τῆς ἐν ταῖς θεοπνεύστοις Γραφαῖς φράσεως, καὶ νομίζουσιν ἀπηλλοτριῶσθαί τινας ἀπὸ Θεοῦ ἐκ μή τρας αὐτῆς, καὶ οἱονεὶ ἐξ αὐτῆς πεπλανῆσθαι γαστρὸς καὶ πρὸ τῆς τοῦ λόγου συμπληρώσεως. Ἔστι δὲ τοῦτο οὐδὲν ἕτερον εἰπεῖν, ἢ ἐκεῖνό που πάντως, ὅτι κατὰ φύσιν ἐστὶ τὸ κακὸν, καὶ γεγόνασί τινες ἐξ αὐτῆς τῆς δημιουργίας, οἱ μὲν ἀγαθοὶ τὸν τρόπον, οἱ δὲ κακοί. Ἔστι δὲ Μανιχαίων τὸ οὕτω φρονεῖν, μᾶλλον δὲ παραφρονεῖν· οὕτω γὰρ εἰπεῖν ἀληθέστε ρον. Ἐπιτήρει τοίνυν, ὅτι οὐκ εἴρηκεν ὁ μακάριος ∆αβὶδ ἀπηλλοτριώθησαν ἀπὸ Θεοῦ τινες, ἁπλῶς δὲ μᾶλλον καὶ ἀπολελυμένως οὐκ ἀπὸ Θεοῦ μᾶλλον, ἀλλ' ἀπὸ μήτρας. Ὡς γὰρ ἤδη γεγονότες, φησὶν, ἁμαρ τωλοὶ ἀπηλλοτριώθησαν μήτρας καὶ γαστρὸς, τουτ έστι ξένοι γεγόνασι καὶ μακρὰν, οὐ μήτραν ἔχοντες καὶ γαστέρα νοητὴν, τίκτειν δυναμένην καρποὺς ἀγαθούς. Τὰ μὲν γὰρ ἀπὸ γῆς ἡμῶν σώματα τί κτουσι κατὰ τὴν ἰδίαν φύσιν· αἱ δὲ τῶν ἀνθρώπων ψυχαὶ, καθάπερ ἀπὸ γαστρὸς καὶ μήτρας τῆς ἑαυ τῶν καρδίας, ἐκφέρουσι καρποὺς ἀγαθοὺς, ἄνωθεν καὶ παρὰ Θεοῦ τὰ τῆς εὐσεβείας δεχόμεναι σπέρ ματα. Ἐπλανήθησαν, ἀπὸ γαστρὸς ἐλάλησαν ψευδῆ. (A f. 299.) ∆είκνυσι δὲ ἡ προφητεία καὶ τοὺς Ἰουδαίους, μηδεμίαν τὸ παράπαν ἐσχηκότας αἰτίαν εἰς σωτηρίαν, οἳ τῇ προγνωστικῇ τοῦ Θεοῦ προ νοίᾳ, ἐν πεπλανημένοις ἐλογίσθησαν παρ' αὐτῷ, καὶ πρὸ τοῦ συλληφθῆναι οὐκ ἠγνοοῦντο. Ἐλάλησαν δὲ ψευδῆ οὐκ ἀπὸ γαστρὸς, ἀλλ' εἰς ἡλικίαν ἐλθόντες. Συνήθως μέντοι τῇ ἀναδιπλώσει ὁ ∆αβὶδ κέχρηται· τὸ γὰρ "Ἀπηλλοτριώθησαν" ταυτὸν τῷ "Ἐπλανήθησαν," καὶ "ἡ μήτρα" τῇ "γαστρὶ," ἵνα ᾗ τὸ δι' ἀμφοτέρων δηλούμενον τοιοῦτον· Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, καὶ ἐλάλησαν ψευδῆ· ὧν ὁ θυμὸς πρὸς τὸν πατέρα τοῦ ψεύδους τὸν πρῶτον ὄφιν ἔχει τὴν ὁμοιότητα. Ἄκουε γάρ· "Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοιότητα τοῦ ὄφεως." Ἐξουδενωθήσονται ὡσεὶ ὕδωρ διαπορευόμενον. (F f. 86 b.) Τὸ διατρέχον ὕδωρ οὐχ ἕστηκεν ἐν τῷ αὐτῷ. Κατὰ τὸν ἴσον οὖν τρόπον καὶ οἱ δυσσεβεῖς οὐ 69.1112 μένουσιν ἐν εὐημερίαις, ἀλλ' οἷον ὡσεὶ ὕδωρ τρέχον, δρομαῖοι βαδιοῦνται πρὸς ὄλεθρον. Ἐντενεῖ τὸ τόξον αὐτοῦ. (F f. 86 b.) Τόξον δὲ ὅταν ἀκούσῃς ἐπὶ Θεού, ὀρ γὴν ἐννόει θανατηφόρον. Ὡσεὶ κηρὸς ὁ τακεὶς ἀνταναιρεθήσονται. [cod. M f.95.] ∆ίκην δὲ κηροῦ πυρὶ πελάζοντος καὶ τηκομένου διαλυθήσονται, καὶ τῆς ζωῆς στερη θήσονται. Τοῦτο γάρ ἐστι· "Καὶ οὐκ εἶδον τὸν ἥλιον." Καὶ ἐρεῖ ἄνθρωπος· Εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ, κ.τ.λ. (ε φ 1069.) Τὸ ἄρα ἐν τούτοις οὐκ ἀμφιβάλλοντός ἐστιν, πεπληροφορημένου δὲ μᾶλλον καὶ πεπιστευ κότος καὶ οἷον ἤδη συννεύοντος, ὅτι καρπὸν ἔχει τῆς εἰς Θεὸν ἀγάπης, καὶ τὴν παρ' αὐτοῦ φειδὼ καὶ ἐπι κουρίαν. Ἦ γὰρ σώζεται μὲν αὐτὸς, ὡς ἔφην, ἐπ αμύνοντος τοῦ Θεοῦ· κολάζεται δὲ δι' αὐτὸν ὁ ἁμαρτωλός.
ΨΑΛΜΟΣ ΝΗʹ.
Ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου. (E f. 106 b.) Οὐ γὰρ διελελοίπασιν οἱ
τάλανες Ἰουδαῖοι τὰ τῆς αὐτῶν δυστροπίας ἐπιφέροντες τῷ Χριστῷ, καὶ παγίδας ἀρτύοντες καὶ δόλους, καὶ πάντα τρόπον ἀνόσιον ἐγχειρημάτων κατασκευάζον τες. Καὶ σὺ, Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς τοῦ Ἰσραὴλ, κ.τ.λ. (A f. 306.) Τὸ