Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
∆αβίδ· Ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν. Γράφει δέ που καὶ ὁ σοφώτατος Παῦλος ἡμῖν περὶ αὐτοῦ· Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. Συνεπτώχευσε γὰρ ἡμῖν, καίτοι πλούσιος ὢν ὁ Θεὸς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. Τούτῳ δὴ πάντως ἐστὶ καὶ πίων ὁ ἄρτος, τουτέστι, λιπαρὸς ἄγαν καὶ τροφιμώτατος. Τρέφει γὰρ ἡμᾶς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, οὐ μάννα τὸ αἰσθητὸν καθιεὶς, καθὰ καὶ πάλαι τοῖς ἐξ Ἰσραὴλ, ἀλλ' ἑαυτὸν ταῖς τῶν πιστευόντων ἐνοικίζων ψυχαῖς διὰ τοῦ ἁγίου Πνεύματος. Τοιγάρτοι καὶ ἔφασκε τοῖς Ἰουδαίων δήμοις· Ἀμὴν 69.369 ἀμὴν λέγω ὑμῖν, οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Καὶ πάλιν· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Ἄρτος δὲ καὶ ἑτέρως νοεῖται ζωοποιὸς κατά τι τῶν ἀποῤῥητοτέρων. ∆ίδωσι δὲ τοῖς ἄρχουσι τροφήν. Φαίην γὰρ ἂν, ὅτι Θρόνοι τε καὶ Ἐξουσίαι, Ἀρχαὶ καὶ ∆υνάμεις, ἄγγελοι καὶ ἀρχάγγελοι, καὶ πᾶσα κτίσις ἁγία καὶ λογικὴ, τροφὴν ποιεῖται Χριστόν. Καὶ ὡς ἂν νοεῖσθαι τὸ χρῆμα πρέποι. Ἀλλὰ καὶ τοῖς τῶν ἐπὶ γῆς ποιμνίων καθηγηταῖς διανέμει τροφὰς, δῆλον δὲ ὅτι τὰς πνευματικὰς, τὴν τῶν θείων μυστηρίων ἀποκάλυψιν, τὴν ἀπάσης εἴδησιν ἀρετῆς, ἵνα καὶ αὐτοὶ τοὺς ὑπεζευγμένους ἀποτρέφοιεν λαοὺς τοῖς εἰς ζωὴν παιδεύμασι. Τοιγάρτοι καὶ πρὸς αὐτοὺς, ∆ωρεὰν ἐλάβετε, φησὶ, δωρεὰν δότε. Καὶ μὴν καὶ ἑτέρωθι· Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν καταστήσει ὁ Κύριος αὐτοῦ ἐπὶ τῆς οἰκίας αὐτοῦ, τοῦ δοῦναι ἐν καιρῷ τὸ σιτομέτριον; Ἀμὴν λέγω ὑμῖν· μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦντα. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Τοῦτο ποιοῦντας εὑρήσομεν τοὺς τῶν Ἐκκλησιῶν διδασκάλους, καὶ πρό γε δὴ τούτων τοὺς ἁγίους ἀποστόλους. Ἐπιστέλλει γοῦν ὁ μακάριος Παῦλός τισιν· Ἐπιποθῶ γὰρ ὑμᾶς ἰδεῖν, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς. Παρακεκλῆσθαι δὲ καὶ αὐτοὶ λέγουσι παρὰ Θεοῦ, τοῖς ἄνωθεν ἀγαθοῖς ἀναπιμπλάντος αὐτοὺς δηλονότι, καὶ ταῖς διὰ Πνεύματος χορηγίαις πλουσίως καταπιαίνοντος. Ἀσὴρ δὴ οὖν ἄρα Χριστὸς, ἢ οἱ Χριστὸν πλουτήσαντες, ὧν ἂν νοοῖτο καὶ πίων ὁ ἄρτος. Περὶ τοῦ Νεφθαλείμ. Νεφθαλεὶμ στέλεχος ἀνειμένον, ἐπιδιδοὺς τῷ γεν[ν]ήματι κάλλος. Ἐφαρμόσειεν ἂν, οἶμαί τις, καὶ οὐκ ἀπὸ σκοποῦ, καὶ τόδε δὴ πάλιν αὐτῷ που τάχα τῷ Ἐμμανουὴλ, καὶ μὴν εἰ βούλοιτο, καὶ αὐτοῖς τοῖς ἐν πίστει δεδικαιωμένοις, καὶ ἡγιασμένοις ἐν πνεύματι. Ἐλέγετο μὲν γὰρ πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, διὰ φωνῆς Ἱερεμίου· Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει, ἐκάλεσε Κύριος τὸ ὄνομά σου. Εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ' αὐτήν. Μεγάλη ἡ θλίψις ἐπὶ σέ. Ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς, καὶ Κύριος τῶν δυνάμεων ὁ καταφυτεύσας σε, ἐλάλησεν ἐπὶ σὲ κακά. Ὅτε γὰρ ἔδει τῆς καθηκούσης αὐτὴν ἐπιμελείας τυχεῖν (σημαίνει γὰρ, οἶμαι, τουτὶ, καὶ ἕτερον οὐδὲν, ἡ περιτομὴ), τότε καὶ ἠχρειῶσθαι καὶ ἐμπεπρῆσθαί φησιν αὐτὴν, ὅτι μὴ παρόντα τὸν γεωργὸν ἐπιγινώσκειν ἤθελε, τὸν, οἷά τινι δρεπάνῃ τῇ τομωτάτῃ, τοῦ πνεύματος ἐνεργείᾳ τῶν ἀχρείων ἡμᾶς ἀπαλλάττοντα, τουτέστι, τῶν γεωδεστέρων καὶ σαρκικῶν, ἵνα τὴν εἰς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἔφεσίν τε καὶ προθυμίαν ἐκτέκωμεν. Ἔστι γοῦν ἀκοῦσαι λέγοντος ἐναργῶς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· 69.372 Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ. Ῥίζα μὲν γὰρ οἷά τις, καὶ ἀμπέλου στέλεχος ἐμβεβοθρευμένης ἀσφαλῶς, τῶν εἰς καινότητα ζωῆς ἐνηνεγμένων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Κλημάτων δὲ δίκην ἡμεῖς καθ' ἕνωσιν τὴν ἐν πνεύματι προσπεφύκαμέν τε καὶ ἀπηρτήμεθα νοητῶς, ἀγάπῃ τῇ εἰς αὐτὸν συνδούμενοι, καὶ ἐνσπαταλῶντες πιότητι τῇ παρ' αὐτοῦ, καὶ τῇ θείᾳ τρεφόμενοι χάριτι πρὸς