131
κατὰ Ἰώσηππον ςʹ ἔτη βασιλεύσας ἐπανιὼν ἐξ Αἰγύπτου θνήσκει ἐν ∆αμασκῷ. Τὸν Καμβύσην τινὲς Ναβουχοδονόσωρ νομίζουσι τὸν κατὰ τὴν Ἰουδήθ· οὐκ ἔστι δέ, ὡς προδέδεικται καὶ ἐν τοῖς μετὰ ταῦτα δειχθήσεται. Περσῶν γʹ ἐβασίλευσαν Μάγοι ἀδελφοὶ δύο μῆνας ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δζαʹ. Περσῶν δʹ ἐβασίλευσε ∆αρεῖος Ὑστάσπου ἔτη λςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δζβʹ. ∆αρεῖος Ὑστάσπου καὶ Παρυσάτιδος παῖς ἔτι ἰδιοτεύων ηὔξατο τῷ θεῷ, εἰ βασιλεύσοι Περσῶν, ἀνεγεῖραι τὸν ἐν Ἱεροσολύμοις ναὸν καὶ πάντα τὰ Ἰουδαίων ἀποδοῦναι ἱερὰ σὺν τοῖς αἰχμαλώτοις καὶ πατρῴοις ἔθεσι. τούτων τῶν εὐχῶν Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἀκουστὴς καὶ σύμβουλος αὐτῷ γεγόνει. διὸ καὶ ἀνέμνησε συνήθης ὢν καὶ πρὸ τῆς βασιλείας. Κῦρος μὲν τὴν πρώτην Ἰουδαίοις ἀνάκλησιν ἐπὶ τὰ σφέτερα προσεφώνη σεν ἐκ τῆς ὑπὸ Ναβουχοδονόσωρ αἰχμαλωσίας πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ, φιλοτιμησάμενος ἅμα καὶ τὰ πρὸς οἰκοδομήν, καὶ τὸν Ζοροβάβελ υἱὸν τοῦ Σαλαθιὴλ υἱοῦ Ἰεχονίου υἱοῦ τοῦ Ἰωακεὶμ βασιλέως Ἰούδαὡς ἐκ βασιλικοῦ γένους τοῦ Ἰούδα ἡγεῖσθαι τῆς ἀνόδου συνεχώρησε, συνεξάρχοντος αὐτῷ καὶ ἀρχιερατεύοντος Ἰησοῦ τοῦ υἱοῦ Ἰωσεδέκ· καθ' ὃν χρόνον τῶν θεμελίων ὑποβληθέντων τοῦ ναοῦ καὶ τοῦ θυσιαστη ρίου εἴρχθη ἡ οἰκοδομὴ τοῦ ἱεροῦ ἐν Ἱερουσαλὴμ ἕως τοῦ βʹ ἔτους τῆς βασιλείας ∆αρείου, ὡς ἐν τῷ Ἔσδρᾳ γέγραπται. Ὅτι ἐν τοῖς χρόνοις Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως κατέγραψεν κατὰ τῶν κατοικούντων ἐν τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλὴμ Βάλσαμος καὶ Μιθριδάτης καὶ Ταβέλλιος καὶ Ῥάθυμος καὶ Βεέλτεθμος καὶ Ῥαμέλιος οἱγραμματεῖς καὶ οἱ λοιποὶ οἱ τούτοις συντασσόμενοι, οἰκοῦντες δὲ ἐν 290 Σαμαρείᾳ καὶ τοῖς ἄλλοις τόποις τὴν ὑπογεγραμμένην ἐπιστολήν· βασιλεῖ Ἀρταξέρξῃ κυρίῳ οἱ παῖδες σοῦ Ῥάθυμος ὁ τὰ προσπίπτοντα καὶ Ῥαμέλιος ὁ γραμματεὺς καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν καὶ οἱ κριταὶ οἱ ἐν κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ. καὶ νῦν γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ διότι Ἰουδαῖοι οἱ ἀναβάντες παρ' ὑμῶν πρὸς ἡμᾶς εἰς Ἱερουσαλὴμ τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσι τάς τε ἀγορὰς αὐτῆς καὶ τὰ τείχη θεραπεύουσι καὶ ναὸν ὑποβάλλονται. ἐὰν οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ, φορολογίαν οὐ μὴ ὑπομείνωσι δοῦναι, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται. καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναόν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτο· καὶ τὰ ἑξῆς τῆς ἐπιστολῆς. Ἰσοδύναμα τούτοις πρὸς Ἀρταξέρξην, ὥς φησι, γεγραμμένα μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἄνοδον πρὸ τῆς ∆αρείου τοῦ Ὑστάσπου βασιλείας, ὡς τὰ ἑπόμενα δείκνυσι τῆς γραφῆς μετὰ τὴν ἀντίγραφον ἐπιστολὴν Ἀρταξέρξου, ἧς ἀναγνωσθείσης Ῥάθυμος καὶ Ῥαμέλιος ὁ γραμματεὺς καὶ οἱ τούτου συντασσόμενοι ἀναζεύξαντες κατὰ σπουδὴν εἰς Ἱερουσαλὴμ μεθ' ἵππου καὶ ὄχλου τάξεως ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας. καὶ ἤργει ἡ οἰκοδομὴ τοῦ ἱεροῦ μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας ∆αρείου τοῦ Περσῶν βασιλέως, καθ' ὃν χρόνον Ζοροβάβελ ὁ τοῦ Σαλαθιήλ, φίλτατος προϋπάρχων ∆αρείῳ τῷ Ὑστάσπου καὶ διὰ πολλὴν οἰκειότητα τιμηθείς, εἶναι εἷς τῶν τριῶν σωματοφυλάκων εὐδοκιμήσας ὑπὲρ τοὺς ἄλλους δύο σωματοφύλακας ἐν τῇ περὶ τῶν γυναικῶν καὶ τῆς ἀληθείας προτάσει προετράπη παρ' αὐτοῦ αἰτήσασθαι ὃ θέλει. ὁ δὲ ἀναμνήσας αὐτὸν τῶν εὐχῶν αὐτοῦ, ἃς ηὔξατο ἀνοικοδομῆσαι τὴν Ἱερουσαλὴμ ἐν ᾗ ἡμέρᾳ παρελάμβανε ∆αρεῖος τὸ βασίλειον αὐτοῦ, καὶ πάντα τὰ σκεύη ἃ ἐχώρισε Κῦρος, ὅτε ηὔξατο ἐκκόψαι Βαβυλῶνα ὁ αὐτὸς Κῦρος, ἠξίωσε Ζοροβάβελ τὸν αὐτὸν ∆αρεῖον βασιλέα Περσῶν πληρῶσαι τὰς εὐχάς, ἃς ἐκ στόματος ηὔξατο τῷ βασιλεῖ τοῦ οὐρανοῦ. Καὶ τότε ἀναστὰς ∆αρεῖος κατεφίλησεν αὐτὸν καὶ ἔγραψεν αὐτῷ τὰς ἐπιστολὰς πρὸς πάντας τοὺς οἰκονόμους καὶ τοπάρχας καὶ στρατηγοὺς καὶ σατράπας, ἵνα προπέμψωσιν αὐτὸν καὶ τοὺς μετ' αὐτοῦ Ἰουδαίους οἰκοδομῆσαι τὴν Ἱερουσαλήμ. καὶ πᾶσι τοπάρχαις ἐν κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ τοῖς ἐν τῷ Λιβάνῳ ἔγραψεν ἐπιστολὰς μεταφέρειν ξύλα 291 κέδρινα