131
πανουργίας οἱ παῖδες καταλειφθέντες κληρονόμοι, οὕτω διεπαιδαγώγουν βασιλέα, πρὶν τὰς οὔσας ἐξικέσθαι ἑτέρας τιθέμενοι· καὶ ἔργῳ μὲν αὐτοὶ καρπούμενοι τὴν Χίον, ψιλῇ δὲ προσηγορίᾳ βασιλεῖ παρέχοντες αὐτῆς κυρίῳ εἶναι. τῶν σπονδῶν δὲ αὐτοῖς τότε πρὸς ἔξοδον ἤδη οὐσῶν, Καλόθετος τῶν παρὰ Χίοις δυνατῶν ὁ μάλιστα διαφορώτατος, τῷ μεγάλου δομεστίκου οἴκῳ προσῳκειωμένος ἐκ πολλῶν ἐτῶν, πατέρες τε γὰρ ἐκείνου τοῖς μεγάλου δομεστίκου πατράσιν ἐς τὰ μάλιστα ἦσαν φίλοι καὶ οἰκεῖοι, καὶ αὐτὸς αὐτῷ, οὗτος δὴ ὁ Καλόθετος τῇ τοῦ μεγάλου δομεστίκου μητρὶ τότε προσελθὼν ∆ιδυμοτείχῳ ἐνδιατριβούσῃ καὶ τήν τε κακουργίαν τῶν Λατίνων ἀπαγγείλας, ᾗ χρώμενοι ἀπεστέρησάν τε Ῥωμαίους τῆς Χίου τὴν ἀρχὴν καὶ νῦν ἐπὶ τοσοῦτον κατέχουσιν ἐξαπατῶντες, πρᾶγμα οὐκ εὐκαταφρόνητον, οὐδ' οἷον ῥᾳδίως τινὰ αὐτὸ καταπροέσθαι· δύο γὰρ πρὸς ταῖς δέκα μυριάσι χρυσίου ἐτησίους τελεῖ φόρους, τήν τε εὔνοιαν αὐτοῦ τὴν ἀρχαίαν καὶ τὴν συνήθειαν 1.372 τήν τε πρὸς αὐτὴν καὶ τὸν υἱόν· τελευταῖον συνεβούλευεν ὡς εἰ εἴη δυνατὸν βασιλέα στόλῳ εἰς τὴν Χίον βοηθῆσαι, αὐτὸν τὰ μέγιστα ἂν συνάρασθαι πρὸς τὸ ἀνακτήσασθαι τὴν νῆσον, τὰ πρῶτά τε δυνάμενον παρὰ Χίοις καὶ πολλοὺς ἑτέρους προσεταιρισάμενον καὶ τῶν φίλων καὶ τῶν συγγενῶν. εἶναι δὲ καὶ ἀφορμὰς οὐκ ἀγεννεῖς τοῦ πρὸς Μαρτῖνον πολέμου τό, τε πρὸς ἔξοδον ἤδη εἶναι τὰς σπονδὰς, καὶ τὸ, βασιλέως ἀγνοοῦντος, ἀκρόπολιν ἐπὶ τῷ Χίον βίᾳ κατασχεῖν οἰκοδομεῖν. ἐδεῖτό τε αὐτῆς σκέψασθαι περὶ αὐτοῦ πρότερον καλῶς, ὅπως μὴ αὐτῷ ἐς κίνδυνον τὰ πράγματα χωρήσει, βασιλέως οὐ μετὰ τῆς προσηκούσης δυνάμεως ἐκεῖ ἐλθόντος. περὶ πλείστου μὲν γὰρ ποιεῖσθαι καὶ τὸ Χίον Ῥωμαίοις προσχωρῆσαι, ὠφέλειαν παρέξουσαν οὐ τὴν τυχοῦσαν· οὐδὲν δὲ ἧττον καὶ ἑαυτοῦ καὶ τῶν οἰκείων προνοεῖσθαι, ὡς εἰ μὴ κατὰ γνώμην αὐτῷ τὰ πράγματα χωρήσει, πανοικεσίᾳ διαφθαρησομένου, εἰ κατάδηλον γένοιτο Λατίνοις, ὅτι αὐτοῦ πράττοντος ἐπεστράτευσεν αὐτοῖς ὁ βασιλεύς. οὗ δὴ ἕνεκα αὐτῇ τὴν γνώμην ἀναθεῖναι πρώτῃ, ὡς ἅττα ἂν αὐτῇ δοκοίη ἐκείνου διαπραξομένου. Τοιαῦτα μὲν ὁ Καλόθετος τῇ μητρὶ τοῦ μεγάλου δομεστίκου κρύφα περὶ Χίου διειλέχθη· ἡ δὲ ἐπέῤῥωσέ τε μᾶλλον πρὸς τὸ ἔργον αὐτὸν καὶ καλῶς ἔφασκε καὶ λυσιτελούντως βεβουλεῦσθαι καὶ Ῥωμαίοις καὶ ἑαυτῷ. ἐπεὶ δὲ αὐτῇ τὴν πρᾶξιν ἀναθείη πρώτῃ διὰ τὴν ἀρχαίαν οἰκειότητα καὶ 1.373 τὴν εὔνοιαν ἣν ἔσχηκεν ἐκ παλαιοῦ πρὸς αὐτὴν καὶ τὸν υἱὸν, αὐτὴ καὶ διαπράξεται ὅπως ἄριστα αὐτῷ ἕξει. Ἐκείνη μὲν οὖν τοιαῦτα εἶπε· πέμψασα δὲ ἐκ Βυζαντίου βασιλέα καὶ τὸν υἱὸν εἰς ∆ιδυμότειχον ἐκάλει, ὡς ἀναγκαίων πέρι διαλεξομένη. οἱ δ' εὐθὺς, τῶν ἄλλων ἀμελήσαντες, εἴχοντο ὁδοῦ· γενόμενοι δὲ ἐν ∆ιδυμοτείχῳ, ἐπεὶ ἐπύθοντο περὶ ὧν καλοῖντο, ἡδέως τε ἐδέξαντο τοὺς λόγους καὶ ἐδόκει δεῖν ὡς περὶ ἀναγκαίου τῆς Χίου παρασκευάζεσθαι τὰ πρὸς τὸν πόλεμον προθύμως. τόν τε Καλόθετον ἰδίᾳ μετακαλεσάμενοι, ἑκάτερος αὐτῶν λόγοις τε ἐπέῤῥωσαν πρὸς τὸ ἔργον ἐπαγωγοῖς καὶ δώροις φιλοφρονησάμενοι ἀξίως ἑαυτῶν, ἔτι δὲ καὶ ἐπαγγειλάμενοι αὐτόν τε καὶ γένος εὖ ποιήσειν, ἐξέπεμψαν πρὸς Χίον, ὡς ὧν ἂν δέοιτο παρασκευασόμενον πρὸς τὸ Λατίνοις, ἢν δέῃ, ἐπιθέσθαι. αὐτοὶ δὲ εἰς Βυζάντιον ἐπαναστρέψαντες, τριήρεις τε ἐναυπηγοῦντο, καὶ τἄλλα παρεσκευάζοντο ὡς πλευσούμενοι ἐς Χίον. σκεπτομένοις δὲ αὐτοῖς ἥντινα ἐξέσται τοῦ πολέμου εὐπρόσωπον ἀρχὴν λαβεῖν, ὁ μέγας δομέστικος συνεβούλευε τὰς μὲν τριήρεις ναυπηγεῖσθαι καὶ τὰ ὅπλα ὧν δέονται παρασκευάζεσθαι καὶ ναυτικὸν συλλέγειν, οἳ ἐπιβήσονται, καὶ ὁπλίτας. ἐπεὶ δὲ αἵ τε σπονδαὶ τῷ Μαρτίνῳ ἐν ἐξόδῳ εἰσὶν ἤδη, καὶ ἄκραν, βασιλέως μὴ ἐπιτρέψαντος, οἰκοδομεῖ ἐπὶ τῷ καταδουλώσασθαι τὴν νῆσον, πρόσταγμα πρὸς ἐκεῖνον αὐτοῦ πεμφθῆναι, ἅμα μὲν αὐτὸν αἰτιωμένου ὡς τὴν ἄκραν, αὐτοῦ μὴ συνειδότος, οἰκοδομοίη, κελεύοντός τε τὸ οἰκοδομεῖν ἐᾷν 1.374 καὶ περαιτέρω μὴ προβαίνειν· ἅμα δὲ καὶ τὰς σπονδὰς ὡς εἰ βούλοιτο ἑτέρας θέσθαι, τῶν οὐσῶν ἤδη ἐξηκουσῶν, εἰς Βυζάντιον ἐλθεῖν. κἂν μὲν παύσηταί τε οἰκοδομεῖν καὶ γενόμενος ἐν