131
δεξάμενος κεφαλὴν παρὰ τοῦ τῶν ̓Αράβων δυνάστου πεμφθεῖσαν αὐτῷ, καὶ ἡδυνθεὶς ἐπὶ τῇ ἐκείνου φθορᾷ, καὶ αὐτὸς μετὰ μικρὸν ἐτελεύτησε. Παραλαβὼν δὲ τὴν τῆς ̓Ασίας βασιλείαν ∆ημήτριος ὁ Νικάνωρ μετὰ ̓Αλέξανδρον ετη βασιλεύσαντα πέντε, ηρξατο διαφθείρειν τὸ τοῦ Πτολεμαίου στρατιωτικόν, τῆς τε συγγενείας καὶ τῆς συμμαχίας ἀμνημονήσας. οἱ μὲν ουν στρατιῶται τὴν πεῖραν ἐκείνου διακρουσάμενοι εἰς ̓Αλεξάνδρειαν ἀνεχώρησαν, τῶν δ' ἐλεφάντων ἐκράτησεν. ̓Ιωνάθης δὲ ὁ ἀρχιερεὺς ἐπολιόρκει τὴν τῶν ̔Ιεροσολύμων ἀκρόπολιν, εχουσαν ενδον Μακεδόνας φρουροὺς καὶ τῶν ἀσεβησάντων ̓Ιουδαίων τινάς· ων τινες νυκτὸς ἐξελθόντες τῷ ∆ημητρίῳ τὴν πολιορκίαν ἀπήγγειλαν. καὶ ος ηκε σὺν δυνάμει πρὸς ̓Ιωνάθην, καὶ ἐν Πτολεμαΐδι γενόμενος γράφει αὐτῷ πρὸς αὐτὸν ἀφικέσθαι. ὁ δὲ τὴν πολιορκίαν οὐκ επαυσε, τοὺς ἱερεῖς δὲ καὶ τοὺς τοῦ λαοῦ πρεσβυτέρους παραλαβὼν καὶ χρήματα πολλὰ κομίζων ηκε πρὸς τὸν ∆ημήτριον. καὶ τούτοις αὐτὸν θεραπεύσας ἐτιμήθη παρ' αὐτοῦ καὶ τὴν ἀρχιερωσύνην ἐβεβαιώσατο. ̔Ως δὲ μή τινος ἐπικειμένου πολέμου τὸν μισθὸν τῶν στρατιωτῶν ἠλάττωσεν ὁ ∆ημήτριος, κἀντεῦθεν ην αὐτοῖς μισητός, γνοὺς τὸ πρὸς αὐτὸν μῖσος ̓Αλεξάνδρου τις στρατηγὸς Τρύφων ἐπικληθείς, πρὸς Μάλχον τὸν Αραβα παραγίνεται, καὶ τὸν παῖδα τοῦ ̓Αλεξάνδρου ̓Αντίοχον τρεφόμενον παρ' αὐτῷ ἐζήτει, λέγων ἀποκαταστήσειν αὐτῷ τὴν πατρῴαν ἀρχήν· καὶ ος δίδωσι. ∆ημήτριος δὲ πρὸς ̓Ιωνάθην στείλας 1.330 συμμαχίαν ἐζήτει, πολλὰς αὐτῷ ἐπαγγελλόμενος χάριτας. πέμπει τοίνυν αὐτῷ τρισχιλίους, δι' ων ἐπαναστάντας αὐτῷ τοὺς ̓Αντιοχεῖς δι' ἀπέχθειαν, ην ετρεφον οτι κακῶς επασχον ὑπ' αὐτοῦ, ἐτρέψατο, καὶ τὴν πόλιν ἐνέπρησε καὶ πολλοὺς αὐτῶν εκτεινε, μέχρις ἐβιάσθησαν ἀποθέσθαι τὰ οπλα καὶ ἑαυτοὺς αὐτῷ παραδοῦναι. ἡ μὲν ουν στάσις ουτως ἐπαύθη, ὁ δὲ τοὺς ̓Ιουδαίους ἀνέπεμψε πρὸς ̓Ιωνάθην, αὐτοῖς μὲν δωρησάμενος, ἐκείνῳ δὲ χάριτας ὁμολογῶν. υστερον δὲ καὶ τὰς ὑποσχέσεις ἐψεύσατο, καὶ πόλεμον ἠπείλησεν αὐτῷ. καὶ ηγαγεν αν εἰς εργον τὰς ἀπειλάς, εἰ μὴ Τρύφων ἐκ τῆς ̓Αραβίας εἰς τὴν Συρίαν ἐπανελθὼν τῷ ̓Αντιόχῳ μειρακίῳ τότε τυγχάνοντι διάδημα περιέθετο, καὶ πόλεμον πρὸς τὸν ∆ημήτριον συνεκρότησε, προσχωρησάντων αὐτῷ τῶν στρατιωτῶν οσοι διὰ τὴν μείωσιν τοῦ μισθώματος καταλελοίπασι τὸν ∆ημήτριον. ἐπικρατέστερος ουν ὁ Τρύφων ἐν τῇ μάχῃ γενόμενος καὶ τὴν ̓Αντιόχειαν λαμβάνει καὶ τοὺς ἐλέφαντας. ὁ δὲ ∆ημήτριος εἰς Κιλικίαν ἀπῆλθε, καὶ ὁ παῖς ̓Αντίοχος εἰς συμμαχίαν τὸν ̓Ιωνάθην μετεκαλέσατο. ὁ δὲ φίλος ειναι καὶ σύμμαχος ὡμολόγει, καὶ πολεμήσειν τῷ ∆ημητρίῳ κατέθετο, καὶ ωρμησε πρὸς εργον εὐθύς. καὶ πρῶτον πόλεις πολλὰς προσχωρῆσαι τῷ ̓Αντιόχῳ πεποίηκεν ἀποστάσας τοῦ ∆ημητρίου, ειτα τὸν ἀδελφὸν Σίμωνα ἐν τῇ ̓Ιουδαίᾳ καταλιπὼν κατὰ τῶν τοῦ ∆ημητρίου ἐχώρησε στρατηγῶν. καὶ ὁ Σίμων Βέσουρα ἐπολιόρκει, τῆς ̓Ιουδαίας χωρίον ὑπὸ τῶν τοῦ ∆ημητρίου κατεχόμενον, οι τῇ πολιορκίᾳ στενοχωρηθέντες, πίστεις λαβόντες ἐξέλιπον τὸ χωρίον· καὶ φρουρὰν ἰδίαν ὁ Σίμων κατέστησεν ἐν αὐτῷ. ̓Ιωνάθης δὲ τοῖς στρατηγοῖς συμμίξας τοῦ ∆ημητρίου εἰς φυγήν τε αὐτοὺς 1.331 τρέπεται καὶ περὶ δισχιλίους ἀνελὼν ὑπέστρεψεν εἰς ̔Ιεροσόλυμα. καὶ εἰς ̔Ρώμην πρεσβείαν ἐποιήσατο, τὴν προτέραν φιλίαν ην πρὸς τὸ εθνος ειχον ἀνανεώσασθαι. οἱ δὲ τῆς βουλῆς τὰ πρότερον ἐψηφισμένα καὶ αυθις ἐκύρωσαν. ἐπανερχόμενοι δὲ οἱ πρέσβεις καὶ εἰς τὴν Σπάρτην ἀφίκοντο, καὶ τοῦτο ἐντεταλμένον εχοντες παρὰ τοῦ ̓Ιωνάθου. καὶ οἱ Σπαρτιᾶται δὲ τοὺς πρεσβευτὰς φιλοφρόνως προσήκαντο, καὶ ψήφισμα περὶ φιλίας καὶ συμμαχίας πρὸς ̓Ιουδαίους εθεντο. τοῦ ∆ημητρίου μέντοι οἱ στρατηγοὶ τὴν ητταν ἀναμαχέσασθαι σπεύδοντες μετὰ δυνάμεως πλείονος ηλθον κατὰ τοῦ ̓Ιωνάθου. ὁ δὲ αὐτοῖς ὀξέως ἀπήντησεν. ἀποδειλιάσαντες δὲ πρὸς φανερὰν μάχην ἀντικαταστῆναι αὐτῷ, νυκτὸς εφυγον. μεθ' ἡμέραν δὲ γνοὺς τὴν φυγὴν ̓Ιωνάθης, ἐπεδίωξε μέν, οὐ κατέλαβε δέ· ἀλλ' εἰς ̓Αραβίαν ἐλθὼν καὶ τοῖς Ναβατηνοῖς ἐπελθὼν