131
διαγαυρίασον. ̓Αριστοφάνης· τρυφερόν τι διασαλακώνισον. σαλάκωνας γὰρ ἐκάλουν τοὺς διαθρυπτομένους, ἀπὸ τοῦ σαλοῦσθαι, ο ἐστιν ἁβρῶς βαίνειν καὶ οἱονεὶ σείεσθαι, παρὰ τὸν σάλον. ∆ιαῤῥικνοῦσθαι. τὸ τὴν ὀσφὺν φορτικῶς περιάγειν. Κράτης· ξίφιζε καὶ σπάδιζε καὶ διαῤῥίκνου. *∆ιαφυλάξασ. διαλαβών.* ∆ιασκανδικίσασ. σκάνδικας πιπράσκων· σκάνδιξ γὰρ λάχανον. delta.530 ∆ιαψαίρουσι. διαπνέουσι. ψαίρειν γὰρ τὸ πνεῖν οἱ ναυτικοὶ λέγουσι. ∆ιαλαβών. προκατασχών. ὁ δὲ διαλαβὼν τὰς ὁδοὺς φυλακαῖς. ∆ιαλαγχάνειν. διαμερίζεσθαι, διακληροῦσθαι. ∆ιαλαμβάνει. ὑπονοεῖται. ἡ δὲ εὐμηχάνως διαλαμβάνει. ∆ιαλαμβάνων. ὑπομνηματίζων, συγγράφων. ∆ιαλέγεσθαι. τὸ συνουσιάζειν. ∆ιαλέγουσαν. τὴν οἰκοδομοῦσαν. λέγειν γὰρ τὸ οἰκοδομεῖν. ∆ιαλέγου. διορύττου. ουτως Θουκυδίδης. ∆ιαλέγοιντο. ὁμιλοῖεν. διαλέγοιντο γυναιξί. καὶ τὸ συνουσιάζειν. ∆ιαλεπτολογοῦμαι. διαλέγομαι. ∆ιαμαρτυρεῖν. τὸ προλέγειν τῆς ἀπειθείας τὴν τιμωρίαν, καὶ τῆς εὐπειθείας τὴν ὠφέλειαν. ∆ιαμάρτυραι. βεβαίωσαι. ∆ιαμαρτύρομαί σοι. ἀντὶ τοῦ βεβαιώσω. ἐπὶ μέλλοντος μέγα, ἐπὶ δὲ τοῦ ἐνεστῶτος μικρὸν, delta.531 ὡς τό· ακουσον λαός μου καὶ λαλήσω σοι ̓Ισραὴλ καὶ διαμαρτύρομαί σοι. ∆ιαμαρτυρομένουσ. προλέγοντας, ἀποτρέποντας. ἀπέστειλαν πρεσβευτὰς διαμαρτυρομένους μήτε τὴν πόλιν αἰκίζειν. ∆ιαμαρτύρασθαι. βεβαιῶσαι. ἐβουλήθησαν δὲ καὶ διαμαρτύρασθαι τοιοῦτον τρόπον τινά. ∆ιαμέλλει. ἀναβολῇ χρῆται. καὶ μὴ πάνυ πιστεύσας διημέλλησεν. ∆ιαμησάμενοσ. διορύξας. διαμησάμενος πᾶσαν τὴν τοῦ ̓Ολύμπου αμμον. ∆ιαμῆσαι. διακόψαι. ∆ιαμοιρωμένη. διαιροῦσα καὶ μερίζουσα. η τὰς μοίρας μεμφομένη. ∆ιαμυδαίνεται. ἀντὶ τοῦ πηδᾷ. καὶ διαῤῥεῖ καὶ διηθεῖ. ∆ιανενεύκαμεν. ἀντὶ τοῦ ἐπεραιώθημεν. ∆ιανεῦσαι. διακολυμβῆσαι. διανεῦσαι ἐθελήσαντες ἐβαπτίζοντο ὑπὸ τῆς πανοπλίας. ∆ιαξαίνειν. *διαμαστίζειν,* ἀναιρεῖν, διακόπτειν. καὶ εμελλεν ὁ δῆμος διαξαίνειν αὐτόν. delta.532 ∆ιαξείνω. διαλύω. ἐπὶ ταῖς ἀρχαῖς διαξείνω. τῶν γὰρ ἐρίων οἱ μαλλοὶ εχουσι τὰς κορυφὰς καὶ τὰς ἀρχὰς πεπιλημένας. ∆ιαπαρθενεῦσαι. μιγῆναι παρθένῳ. ∆ιαπατταλευθήσῃ χαμαί. τὸ διερευνᾷν καὶ ζητεῖν ἐπιμελῶς. ἀπὸ τῶν τὰς βύρσας διατεινόντων. η ἀντὶ τοῦ ἐκταθήσῃ. ∆ιαπεπατταλευμένα. διεσφηκωμένα· ωστε μήτε πάτταλον διεῖραί που διὰ πυκνότητα. δύναται δὲ ειναι ἀπὸ τῶν τοίχων τῶν μηκέτι πασσάλῳ τόπον ἐχόντων. ∆ιαπεπονημένησ. κατορθωθείσης. ∆ιαπεράναντεσ. διακεντήσαντες. ∆ιαπεσούσησ. ἀποτυχούσης. καὶ διαπεσούσης καὶ συντελεσθείσης τῆς ἐπιβουλῆς. ∆ιαπέσοιμι. ἀντὶ τοῦ διαμαρτήσαιμι τῆς ἐλπίδος. ∆ιαπηνηκίσαι. ἐξαπατῆσαι. πηνήκην γὰρ οἱ ἀρχαῖοι ̓Αττικοὶ τὴν τῶν τριχῶν περιθέτην delta.533 ελεγον. καὶ τὸ φενακίσαι τινὲς λέγουσι ἀπὸ τούτου εἰρῆσθαι. ∆ιαπλέκειν. διαποικίλλειν. διάγειν. διαπονεῖν, ἀσκεῖσθαι. ∆ιαπραξάμενον ἐλευθερίαν. κατασκευασάμενον. ∆ιαπρέπειν. διαφαίνεσθαι, διαφέρειν. ∆ιαρτῆσαι. τὸ ἐξαπατῆσαι. ουτως Μένανδρος. ∆ιαρτίσαι δὲ, τὸ ἀναπλάσαι, ι. ∆ιαρτῶ. κρεμῶ. ∆ιαρτίζεται. ὁρμᾷ. ∆ιασαφηνίζειν. τὸ τῇ γλώσσῃ ἀκριβοῦν. ∆ιασήθειν. διαξύειν, ἀπαλείφειν, παράπτεσθαι, η τὸ κοσκινίζειν. ∆ιασμώμενοσ. ἐρευνῶν. ∆ιασπαθᾷν. ἀφειδῶς δαπανᾷν. ∆ιαστελλόμενοσ. διαχωριζόμενος. ∆ιαστῆσαι. ἀντὶ τοῦ διαταράξαι καὶ οιον ἀδύνατον ποιῆσαι. ∆ιαστήτην. διεχωρίσθησαν. δεύτερος ἀόριστος τῶν εἰς μι ἐστὶ καὶ τὸ τρίτον τῶν δυϊκῶν, εστην καὶ διαστήτην. Ομηρος· ἐξ ου δὴ τὰ πρῶτα διαστήτην-. ∆ιαταφρεύει. διασκάπτει. ∆ιατρέχοντεσ. οἱ διάττοντες ἀστέρες. οἱ ἀποσπινθηρίζοντες. delta.534 ∆ιατοιχεῖ. ἀντὶ τοῦ ποτὲ μὲν ἐπὶ τοῦ δεξιοῦ τοῦ τοίχου τοῦ πλοίου, ποτὲ δὲ ἐπὶ τοῦ ἀριστεροῦ γίνεται. ∆ιατυπῶν. ἐπὶ τὸ βέλτιον διατιθέμενος. διατυπῶν τὸ ἀτύπωτον καὶ μεταπλάττων πρὸς εὐσχημοσύνην τὸ ατακτον. ∆ιαυλίζων. βαθύνων, η μηκύνων. ∆ιαυλωνίζειν. τὸ διὰ στενοῦ ῥεῖν. ∆ιαυχενίζεσθαι. ὑψοῦ αὐχένα εχειν. καὶ διαυχενίζεσθαι πρὸς τὸ ἀγέρωχον ταῖς μελέταις ἐξεκάλει. *∆ινεύεσθαι. κύκλῳ πέτεσθαι.* ∆ιαφέρεσθαι. ἐρίζειν, φιλονεικεῖν. οἰηθεῖσα οἱ διαφέρεσθαι