Χριστοῦ τὴν δύναμιν ἀρνοῦνται, πόθεν, λέγοντες, ἄρτος αὐτῷ ζυμίτης, ζύμης ἀπούσης τοῦ πάσχα ταῖς ἡμέραις δι' ἅπερ ἠπείλησε Μωσῆς ἐν νόμῳ; καὶ τὴν ἐνέργειαν δὲ τῆς ἐργασίας εἴργει ὁ Μωσῆς σαββάτου ἐν ἡμέρᾳ· ἀλλ' ὡς θεὸς νόμου τε καὶ τοῦ σαββάτου καὶ Μωσέως δὲ καὶ προφητῶν ἁπάντων ὁ Χριστὸς ἐν σάββασιν αἴρειν προὔτρεπεν βαστάγματα καὶ θαυματουργεῖν εὐδόκει. πόθεν δὲ αὐτῶν τῇ ἐγέρσει, εἰπάτω, ὁ ἄρτος ὃν προὔθηκε τοῖς ἀποστόλοις καὶ κηρίον μελισσίων ἢ ἰχθύες, τοῖσιν ἔτι [...] συναναστραφεὶς τότε; ἀλλὰ δύναται πάντα ὡς θεὸς πάντων εἰδώς τε ἐξ ὧν βούλεται ἑτοιμάζειν ἐν οἷς τόποις μὲν εὐδοκεῖ καὶ παρέχει. Παρανόμως θύουσι δ' ὡς Ἰουδαῖοι, τοῦ πνεύματος φήσαντος ἐν ∆αυὶδ τότε ἄζυμος ἄρτος ὡς <ὁ> Μωσῆς συγγράφει. ἄρτος μὲν ἦν πρῶτον γὰρ ἐκ Μελχισεδέκ, ἀζύμων δ' ἀρχὴν ἔσχεν ἐκ Λώτ, ὡς λόγος· ὁ οὖν θύων ἄρτον κατὰ Χριστὸν θύει καὶ κατὰ τοῦ Μελχισεδὲκ μάλ' εἰκότως, ὁ δ' ἀζύμους θύων μὲν εἰς ἐκκλησίαν οὐκ ἔστι τῆς χάριτος, ἀλλὰ ῥανίδος, τοῦ ἁγίου πνεύματος εἰπόντος τότε τάξει θύειν μὲν τοῦ πάλαι Μελχισεδέκ. οὐ γὰρ ἔφησε κατὰ τάξιν τοῦ νόμου, οὐ Μωσέως δὲ καὶ Ἀαρὼν τῶν πάλαι, ἀλλὰ κατὰ Μελχισεδέκ, καθὼς ἔφην. Μελχισεδὲκ τάξιν δὲ ποίαν συγγράφει περιτομῆς οἴεσθαι ἢ χρῖσιν λέγειν; ἄπαγε τούτων, οὐδὲ ἓν γὰρ σημαίνει· τούτοις γὰρ ἐχρήσατο οὗτος οὐδόλως, ἀλλ' ἢ μόνη αὐτῷ ζυμίτη θυσία, ἀκμὴν ἀπόντων ἐν βίῳ τῶν ἀζύμων. Ὁ τοίνυν ἀζύμους θεῷ θύων ἄρτους, καὶ πικρίδας ἔξεστιν αὐτῷ ἐσθίειν, ἄνευ γὰρ αὐτῶν ἀτέλεστος θυσία τῶν ἀζύμων πέφυκε κατὰ τὸν νόμον. ὄψα γάρ εἰσι πικρίδες τῶν ἀζύμων, ὡς τῇ ἐγέρσει κηρίον μελισσίων· αἱ μὲν τὸ πικρὸν τυποῦσι γὰρ τοῦ νόμου, ἤγουν τὸ ἀσύγγνωστον αὐτοῦ δηλοῦσι, πταίουσι πᾶσιν ἀντιπάθειαν νέμων, τὸ κηρίον δὲ τὸ γλυκὺ τοῦ κυρίου, ὃς οὐ θάνατον, ἀλλὰ τὴν σωτηρίαν θέλει ἁπάντων τῷ θεῷ προσκρουόντων. ὁ οὖν τὸ θύμα προσφέρων ἐξ ἀζύμων ὑπὸ σκιὰν πέφυκεν ἀκμὴν καὶ σκότος καὶ ἥλιον μὲν εἶδεν οὐδαμῶς ἔτι τὸν τῆς δικαιότητος, ὡς πᾶς τις φάσκει, γνόφος γὰρ ἠμαύρωσεν αὐτῶν τοῦ νόμου καὶ ἀνανῆψαι οὐκ ἐᾷ τούτους ὅλως. ἡ ἀζύμων γὰρ νεκρά ἐστι θυσία, κίνησιν οὐκ ἔχουσα ἐν ζύμῃ ὅλως, νεκρὸν θύμα γὰρ οὐ προσάγεται ὅλως, Παύλου βοῶντος ζῶσαν αὐτὴν προσφέρειν, ζῶσα δέ ἐστιν ἡ κινουμένη ζύμῃ. νεκρὸν θύμα γὰρ τυγχάνει τῶν ἀζύμων, τῶν ἀζύμων ἄζωος ἐστὶ γὰρ φύσις ἡ ζυμίτη δὲ ζῶσά {δέ} ἐστι θυσία. ἐγὼ γάρ εἰμι, φησὶ Χριστὸς τοῖς μύσταις, ὁ ἄρτος ὁ ζῶν καὶ καταβὰς ἐκ πόλου, βροντῆς καθώς μοι μαρτυρεῖ θεῖος γόνος. ζῶν ἄρτος ἐστὶν ἡ ζυμίτη θυσία, δηλαδὴ <ἡ> ζῶσά τε καὶ κινουμένη, ἡ μὴ κινουμένη δὲ μηδόλως φύσις, οἵα πέφυκεν ἡ δυσικὴ θυσία, πῶς ζωτικὸς κληθήσεται ἄρτος λέγε, ὢν ἀσάλευτος καὶ ἀκίνητος πάντῃ. ὅθεν τυποῖ σίτῳ μὲν ἡμῶν οὐσίαν καὶ τῇ σεμιδάλει δὲ τὴν θείαν φύσιν· τούτων δὲ προσκολλωμένων τῶν φύσεων ἓν κατὰ Παῦλον πνεῦμα ὦμεν σὺν θεῷ. αὕτη γάρ ἐστιν ἀντὶ χάριτος χάρις, μικρὰ προσάγειν καὶ μεγάλα λαμβάνειν· οὕτω γὰρ οἶδε Χριστὸς ἡμᾶς ἀμείβειν, ἤγουν λαβεῖν μὲν φθαρτὰ ἀντὶ ἀφθάρτων. Τὴν οὖν ζυμίτην θυσίαν οἱ Λατῖνοι οὐ παρέλαβον ἀγνοοῦντες καὶ μόνον· λέγουσι καὶ γὰρ μὴ ἀγαθὸν σημαίνειν ὅλως ζύμην μὲν ἐν γραφαῖς ταῖς ἐνθέοις, λέγοντος αὐτοῖς τοῦ σοφοῦ Αὐγουστίνου εὐαγγέλιον ἐξισοῦσθαι τῇ ζύμῃ, καὶ ἡ χάρις πάλιν δὲ τοῦ ∆ιαλόγου τὴν σύνεσίν τε καὶ γραφῶν δὲ τὴν γνῶσιν ζύμην κέκληκεν, ὡς ἐγὼ δείξω πᾶσιν. αἰνίττεται δ' ὃ καὶ ὁ σωτὴρ ἐκδήλως, σατῶν τριῶν τε καὶ γυναικὸς καὶ ζύμης, ὃ ἄλλο τί πέφυκεν ἢ ἡ θυσία, ἣν προσφέρουσι Χριστιανοὶ κυρίῳ, τὴν ἐκ ζύμης μέν φημι καὶ τῶν ἀζύμων; ἡ μὲν γάρ ἐστιν ἐξ ὑλῶν τῶν τεσσάρων, ἡ ἀζύμων δὲ ἐκ τριῶν, ὡς ἐρρέθη. καὶ ἀκροβυστίαν γε δεῖ περιτέμνειν, οὕτω τέλειος τοῖς νομίμοις γὰρ ἔσται. εἰ γὰρ μόνοις χρῶνται τοῖς ἄρτοις ἀζύμοις, λοιπὰ δὲ πάντα παρορῶσι τοῦ νόμου, ἡμιτέλεστοι τυγχάνουσιν Ἑβραῖοι καὶ ἡμίχριστοι Χριστιανοὶ ὡσαύτως. Μὴ οὖν λέγωσιν