15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
ὅπερ δὴ ἡ σχέσις ἐστίν, ἥνπερ ἐξεῦρε μέσον τῶν ὀνομάτων, καὶ ἄλλην παρ' ἐκεῖνα αὖθις ἀφῆκε, καὶ ταῖς ἐκείνου χερσὶ κατὰ τῆς ἐκείνου ἐχρήσατο κεφαλῆς. «ἔστω» γοῦν φησι «ὑμῶν χάριν καὶ οὐσία τις ὁ πατήρ». οὐ φεύγω, φησίν, ὑμῶν τὰ ὀνόματα· οὐκ ἀντιτίθημι ὅπερ ὑμεῖς ἠγνοήκατε, ἀλλὰ καταχαρίζομαι ὑμῖν τὰ ὑμέτερα. «ἔστω» γοῦν «οὐσίας ὁ πατὴρ ὄνομα· συνάξει» τοίνυν «τὸν υἱόν, οὐκ ἀλλοτριώσει». οὐ γάρ, ἐπειδὴ οὐσίαν τὸ πατρὸς ὄνομα δηλοῖ, παρὰ τοῦτο ἀνούσιος ὁ υἱός, ἐπεὶ μηδ' ἐναντία πατὴρ καὶ υἱός, ὥσπερ λευκὸν καὶ μέλαν, ἵνα, εἰ ἐν τούτῳ εὑρεθείη τὸ οὐσιῶδες, παρ' ἐκείνῳ γνωσθείη τὸ ἀνούσιον, ἀλλὰ τῆς κατὰ σχέσιν ἀντιθέσεως· αὕ[τη] δὴ μᾶλλον ἐν τῷ συνεῖναι οὐσίωται ἢ ἐν τῷ ἀπεῖναι τὰ ἐναντία. Ἀλλὰ ταῦτα μὲν ἐγὼ παραφθέγγομαι, ὁ δὲ πατὴρ οὐχ οὕτως· ἀπὸ γὰρ τῶν κοινῶν ὑπολήψεων πιστῶσαι τὸν λόγον βούλεται· κοινὰς δὲ ὑπολήψεις φησὶν ὁ φιλόσοφος τὰς πᾶσιν ἀνθρώποις γνωστάς, ὡς τὸ ἀγαθὸν εἶναι τὸ θεῖον, καὶ τὸν ἄνθρωπον ζῆν, καὶ τὸν ἰχθῦν νήχεσθαι, καὶ τὸν βοῦν τέμνειν τὴν αὔλακα. ὁ μὲν οὖν Εὐνόμιος ἀπαλλοτριοῦν βουλόμενος τοῦ πατρὸς τὸν υἱόν, καὶ οἰόμενος διαφόρων οὐσιῶν τούτους εἶναι, διότι καὶ τὰ ὀνόματα τούτοις διάφορα, ἄλλην μὲν οὐσίαν τῷ ὀνόματι προσήρμοττε τοῦ πατρός, μᾶλλον δὲ ἐπὶ διαφόρων οὐσιῶν καὶ τὰ διαφέροντα ἐτίθει ὀνόματα, κακῶς ἀκούσας τῶν ἐν φιλοσοφίαις λεγομένων· οὐρανός, γάρ φησι, καὶ γῆ, ταῖς τῶν κλήσεων διαφοραῖς καὶ αἱ οὐσίαι διῄρηνται. κατὰ ταὐτὰ τοίνυν πατὴρ καὶ υἱός· ὧν γὰρ τὰ ὀνόματα διάφορα, τούτων καὶ αἱ οὐσίαι παρηλλαγμέναι. ἀλλ' ὁ πατήρ, ἐπεί, φησίν, ὦ Εὐνόμιε, περὶ τὰ μεγάλα φῶτα τυφλώττεις, ἀνάβλεψον περὶ τὰ βραχύτατα καὶ ταῖς κοιναῖς ὑπολήψεσι πείσθητι, ὅτι πᾶν τὸ γεννώμενον ὁμοούσιόν ἐστι τῷ πατρί· ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου καὶ δελφὶς δελφῖνα γεννᾷ, καὶ ἀλλήλοις ἅπαντα ὁμοούσια. ὥσπερ γοῦν ἐπὶ τούτων οὐκ ἠλλοτρίωται τὸ γέννημα τοῦ γεννήσαντος, ἀλλὰ συνῆπται μᾶλλον καὶ συνῳκείωται, οὕτω δή, κἂν οὐσίαν θήσεις δηλοῦν τὸ πατρὸς ὄνομα, συνάξεις καὶ τὸν υἱὸν καὶ οὐσιώσεις, ἐπειδὴ τοῦ οὐσιώδους πατρὸς πέφυκε γέννημα, «κατά» τε «τοίνυν τὰς κοινὰς ὑπολήψεις καὶ τὴν τῶν κλήσεων τούτων δύναμιν» συνῆκται τῷ πατρί, οὐκ ἠλλοτρίωται ὁ υἱός. Ἔστι δὲ ἡ τῶν κλήσεων δύναμις οὐκ ἄλλη μέν τις, ὥς τισιν ἔδοξε, παρὰ τὴν κοινὴν ὑπόληψιν· ἐγὼ δὲ πλέον τι ἐνταῦθα κατανοῶ. τὸ γὰρ εἰδέναι δυνάμεις κλήσεων οὐ τῶν κοινῶν ἐστιν ὑπολήψεων, διὰ τοῦτο ἄλλο τι τοῦτο παρὰ τὰς κοινὰς ὑπολήψεις τίθεμαι· οἶμαι γὰρ τὸ μὴ προηγεῖσθαι κατὰ χρόνον τὰ αἴτια τῶν αἰτιατῶν ἐνταῦθα δηλοῦν, ἀλλὰ συνάμα εἶναι τὰ πρός τι. ὡς μὲν γὰρ ἄνθρωπος ἀνθρώπου πρότερος ὁ γεννήσας τοῦ γεννηθέντος, ὡς δὲ πατὴρ καὶ υἱὸς ἅμα ἀμφότεροι. ἀλλ' ἡμεῖς μὲν ἀπὸ τοῦ μὴ πατέρες εἶναι τοῦτο γεγόναμεν ὕστερον, διὰ τοῦτο ὡς μὲν ἄνθρωποι τὸ πρεσβεῖον τῆς γενέσεως ἔχομεν κατὰ τῶν υἱέων, ὡς δὲ πατέρες ὁμο φυεῖς ἐκείνοις ἐσμὲν καὶ ὁμόχρονοι· «ὁ δὲ ἐπὶ πάντων θεός», ἐξ ἀρχῆς ὤν, ἄχρονον εἶχε τὸν υἱὸν καὶ ἀίδιον, ὅθεν κατὰ τὴν τῶν κλήσεων τούτων δύ ναμιν οὐδέποτε ἠλλοτρίωται τοῦ πατρὸς ὁ υἱός, οὔτε κατὰ τὴν οὐσίαν οὔτε κατὰ τὴν συνύπαρξιν. «Ἔστω καὶ ἐνεργείας, εἰ τοῦτο δοκεῖ». ἀλλ' ὑμεῖς μὲν ἴσως ἀπεδέξασθε τὴν συγχώρησιν ὡς αὐτόθεν αἱρήσοντες· ἡμεῖς δὲ καὶ οὕτως ὑμᾶς ἀπο φευξόμεθα. ἀλλὰ πυνθάνεσθε· τί δὲ ἐνήργησεν ἐνέργεια ὢν ὁ πατήρ, ὥσπερ ἡ παρὰ τῷ τέκτονι καὶ τῷ λιθοξόῳ καὶ τῷ ἀνδριαντοποιῷ καὶ τῷ ἑρμογλύφῳ; αὐτὸ τοῦτο, φημί, τὸ ὁμοούσιον· εἰ γὰρ ὁ πατὴρ υἱοῦ πατήρ, καὶ ὁ μὲν αἴτιον, ὁ δὲ αἰτιατόν, ὁμοφυεῖς δὲ ἄμφω καὶ ὁμοούσιοι, «αὐτὸ τοῦτο ἐνήργησεν ὁ πατήρ», τὴν ὁμοουσιότητα, «εἰ καὶ ἄτοπος ἄλλως ἡ τῆς περὶ τοῦτο ἐνεργείας ὑπόληψις». ἐπειδὴ γὰρ παρακεκινδυνευμένοις ὀνόμασι καὶ δυσχρήστοις περὶ τὴν θεολογίαν ἐχρήσατο, διατάττεται ἐκ μέρους