1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

 309

 310

 311

 312

 313

 314

 315

 316

 317

 318

 319

 320

 321

 322

 323

 324

 325

 326

 327

 328

 329

 330

131

τῷ Θεῷ· καὶ ἀραῖς δὲ πολλαῖς αὐτὸν καὶ λοιδορίαις ἔβαλον. ∆ι' ἐκείνας ἔφη τὰς ἀρὰς, καὶ τὰς συκο φαντίας, καὶ τὴν ἁμαρτίαν τοῦ στόματος, ταύτην αὐτοὺς ὑπομεμενηκέναι τὴν συντέλειαν. Συντέλειαν δὲ οὐ τὴν πανωλεθρίαν καλεῖ, ἀλλὰ τὸ μηκέτι αὐ τοὺς λαὸν χρηματίζειν Θεοῦ. Ἐσκεδασμένοι γὰρ κατὰ τὴν οἰκουμένην, καὶ Ῥωμαίοις δουλεύειν ἠναγκα σμένοι, τῆς νομικῆς λατρείας ἐστέρηνται· πόῤῥω τῆς πολυθρυλλήτου διάγουσι μητροπόλεως, τῆς βασιλι κῆς ἔρημοι κηδεμονίας γεγένηνται· ἱερατικῆς ἐπιμελείας οὐκ ἀπολαύουσι, τῆς προφητικῆς ἐγυ μνώθησαν χάριτος. Τὸ τοίνυν, οὐχ ὑπάρξου σιν, ἀντὶ τοῦ, Εἰς λαὸν οὐκέτι, φησὶ, καθ' ἑαυτοὺς πολιτεύσονται, μόνην οἰκοῦντες τὴν Παλαιστίνην, καὶ λαὸς Θεοῦ χρηματίζοντες. Συντελείας δὲ τὰς παν 80.1313 τοδαπὰς καλεῖ τιμωρίας. Καὶ γὰρ ἐπὶ Γαΐου τοῦ τε τάρτου Καίσαρος κινδύνους μεγίστους ὑπέμειναν· καὶ μέντοι καὶ ἐπὶ Νέρωνος πολλαῖς περιέπεσον συμφοραῖς. Καὶ Οὐεσπασιανὸς τὰς πλείστας τῆς Ἰουδαίας ἐπολιόρκησε πόλεις· καὶ Τῖτος προσεδρεύ σας τοῖς Ἱεροσολύμοις, καὶ τὴν πόλιν ἐξεπόρ θησε, καὶ τοὺς τὸν θάνατον διαφυγόντας ἐξανδρα ποδίσας, δορυαλώτους ἀπήγαγε. Καὶ ἄλλοις δὲ παν τοδαποῖς μετὰ ταῦτα περιέπεσον ἀλγεινοῖς· καὶ νῦν δὲ ὡσαύτως ἐν αἷς παροικοῦσι πόλεσιν, ἀφορμῆς τινος γινομένης, πολλάκις τὰ ἀνήκεστα πάσχουσι, τῆς ἀρᾶς, καὶ τοῦ ψεύδους, καὶ τῆς ἁμαρτίας τοῦ στόματος ἀπαιτούμενοι δίκας· καὶ δι' αὐτῶν μανθά νουσι τῶν πραγμάτων, ὅτι τῶν ἁπάντων ἐστὶ Κύ ριος καὶ ∆εσπότης ὁ σταυρωθείς. Τοῦτο γὰρ καὶ ὁ προφήτης ἔφη· "Καὶ γνώσονται ὅτι ὁ Θεὸς δεσπόζει τοῦ Ἰακὼβ, καὶ τῶν περάτων τῆς γῆς." Τοῦτο γὰρ δὴ τὸ παράδοξον, ὅτι πρὸ τοῦ σταυροῦ, καὶ ὑπ' αὐτῶν ἠπιστεῖτο τῶν Ἰουδαίων· μετὰ δὲ τὸ ἐπονείδιστον ἐκεῖνο πάθος, πάσης ὁ σταυρωθεὶς δεσπόζει τῆς οἰκουμένης· τῶν μὲν ἑκόντων προσκυνούντων, τῶν δέ γε ἀπιστούντων φόβῳ δουλεύειν ἠναγκασμένων. ιεʹ. "Ἐπιστρέψουσιν εἰς ἑσπέραν· καὶ λιμώξου σιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν." Ἐπειδὴ γὰρ εἶπεν· "Ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξω σιν·" ἵνα μή τις ἐναντίως εἰρηκέναι νομίσῃ τὸν προφήτην τὸ, "∆ιασκέδασον αὐτοὺς ἐν τῇ δυνάμει σου," εἰκότως τῇ ταυτολογίᾳ ἐχρήσατο, καί φησιν, αὐτοὺς κυνῶν δίκην λιμῷ τηκομένων, καὶ νύκτωρ τὴν πόλιν περινοστούντων, διάξειν οὐδεμιᾶς πνευ ματικῆς τροφῆς ἀπολαύοντας. Ἐναλλαγὴ γὰρ πραγ μάτων ἐγένετο. Καὶ Ἰουδαῖοι μὲν, οἱ πάλαι υἱοὶ, διὰ τὴν οἰκείαν πονηρίαν, τὴν τῶν κυνῶν ἔλαχον τάξιν· τὰ δὲ ἔθνη, πάλαι κυσὶν ἐοικότα, τῆς τῶν υἱῶν ἠξιώθησαν τιμῆς. ʹ. "Αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν· ἐὰν δὲ μὴ χορτασθῶσι, καὶ γογγύσωσιν." Τοῦτο ὁ Σύμμαχος τῷ προτέρῳ ἀποδέδωκεν. Ἔφη δὲ οὕτως· Ἀνακαμπτέτωσαν ἑσπέρας, θορυβείτωσαν ὡς κύνες περιερχόμενοι πόλιν, ῥεμβόμενοι, ἵνα μὴ ἀχόρταστοι αὐλισθῶσι. [Τούτου γὰρ, φησὶ, χάριν οἱ κύνες περινοστοῦσι νύκτωρ τροφήν τινα ζητοῦν τες, ἵνα μὴ ἀχόρταστοι αὐλισθῶσι· πᾶσα γὰρ αὐτοῖς ἡμέρα οὐ μόνον ἑσπέρα, ἀλλὰ καὶ νὺξ, τοῦ νέφους τῆς ἀπιστίας ἐπικειμένου αὐτοῖς.] Κατὰ δὲ τοὺς Ἑβδομήκοντα οὕτω νοητέον· ὅτι κυνῶν δίκην καὶ οὗτοι κατὰ τὴν οἰκουμένην ἐσκεδασμένοι, τὴν πνευ ματικὴν ἐπιζητοῦσι τροφήν· οὐχ εὑρίσκοντες δὲ 80.1316 ταύτην, διὰ τὸ μὴ πιστεύειν τῷ ὑπὸ πάντων προ κεκηρυγμένῳ τῶν προφητῶν, θορυβάζουσι καὶ γογ γύζουσι, τὴν ἀχάριστον καὶ ἐν τούτῳ γνώμην ἐπιδεικνύντες. ιζʹ. "Ἐγὼ δὲ ᾄσομαι τὴν δύναμίν σου, καὶ ἀγαλλιάσομαι τὸ πρωῒ τὸ ἔλεός σου." Ἐκεῖνοι μὲν οὖν ἐκεῖνα τολμῶντες, τοσαῦτα πείσονται· ἐγὼ δὲ τὸν σὸν ἔλεον ἀνυμνήσω· καὶ τοῦ νοεροῦ σου φωτὸς ἀνα τείλαντος, καὶ τῇ οἰκουμένῃ δεδωκότος τὸν ὄρθρον, τὸν ἀμέτρητόν σου οἶκτον ἐν ἁπάσαις ταῖς ἐκ κλησίαις δοξάσω. "Ὅτι ἐγενήθης ἀντιλήπτωρ μου, καὶ καταφυγή μου, ἐν ἡμέρᾳ θλίψεώς μου. [ιηʹ] Βοηθός μου εἶ, σοὶ ψαλῶ· ὅτι ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ. Ὁ Θεός μου τὸ ἔλεός μου." Ἀπήλαυσα γὰρ τῆς σῆς ἐπικουρίας ἀεί· καὶ διὰ τὴν σὴν πρόνοιαν τὰς προσπεσούσας διέφυγον συμφοράς. Οὗ δὴ χάριν σὲ μόνον οἶδα Θεὸν, καί σε πηγὴν ἐλέους καὶ