131
ἀοράτως πολεμοῦντας, τοὺς πικροτέρους τῶν σωματικῶν τυράννων, ἵνα κομίσῃ τὸν μισθὸν τῆς στεφανώσεώς σου. ἔτι ἀγὼν κεῖται, μὴ ἀτονήσῃς ὅσα ἂν καὶ παραχωρῇ θεὸς ἢ εὐδοκῇ ἐπαχθῆναι, μὴ παραπεισθῇς ὑπό τινος μέχρις ἀγγέλου ἕτερόν τι φρονῆσαι ἢ ὃ παρελάβετε ἐκ θεοῦ, προσκυνεῖν τὰς τῶν ἁγίων εἰκόνας σὺν Χριστοῦ καὶ τῆς παναγίας Θεοτόκου· καὶ ἡ εἰρήνη τοῦ θεοῦ βραβευέτω τὴν καρδίαν σου ἐν πάσῃ ὑπομονῇ καὶ παρακλήσει. Προσεύχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ ἵνα περισῴζωμαι· οἱ μετ' ἐμοῦ ἀδελφοὶ προσαγορεύουσίν σε. ἡ χάρις μετὰ σοῦ· ἀμήν. 175 {1Θεοφυλάκτῳ Νικομηδείασ}1 ∆ιετίαν ἄγω μεριμνῶν καὶ κάμνων τοῖς λογισμοῖς εἰς τὸ ἐπιστεῖλαί με τῇ ἱερᾷ σου κορυφῇ καὶ μόλις μέχρι τοῦ νῦν ἐξεπλήρωσά μου ὁ ταπεινὸς τὸν πόθον. ἀλλ' εὖγε ὅτι ἀξιοῦμαι διὰ τοῦ γράμματος ἀσπάσασθαί σε, τὸν ἐμὸν πατέρα, τὸν στῦλον τῆς ἀληθείας, τὸ ἑδραίωμα τῆς ὀρθοδοξίας, τὸν φύλακα τῆς εὐσεβείας, τὸ στήριγμα τῆς ἐκκλησίας, τὸν νικηφόρον ἄνδρα, τὸν χριστοφόρον ἀρχιερέα, τὸν ὁμολογίᾳ θεοῦ μάρτυρα· μὴ γὰρ οὐ μαρτυρίου στέφανός σοι ὅτι διὰ Χριστὸν ἐξόριστος, ἄποικος, πολύτλας, καὶ ταῦτα ἐν ἁπαλῷ τῷ σώματι ὅσον ἐκ φύσεως, προτετρυχωμένῳ δὲ ἐξ ἀσκητικῆς οἶδ' ὅτι θεοδρομίας; αὐχεῖ ἐν σοὶ τῶν ὀρθοφρόνων ὁ χορός, ὁ τῆς Νικομηδείας χῶρος χαίρει καὶ εὐδοξεῖ, προῖκα προβαλλόμενός σε τῇ ὑπ' οὐρανόν, ἀποσεισάμενος τὰ πάλαι θρυλλούμενα ἐκ τῶν ἐκεῖσε προεδρευσάντων ὀνείδη. εἰ δέ τι οἰκειότερον δεῖ φάναι, θυμηδιᾷ Ταράσιος ὁ ἐν ἁγίοις, ἐκ τῆς αὐτοῦ αὐλῆς καὶ χειρὸς πρόβατον πρίν, ἔπειτα ποιμένα περιβόητον ὁρῶν τανῦν ἀγωνιζόμενον καὶ προκινδυνεύοντα ὑπὲρ ὀρθοδοξίας, ᾗ συνεισήνεγκεν τὰ παρ' ἑαυτοῦ συνοδικῶς χάριτι θεοῦ ἐν ἡμέραις βασιλείας εἰρηνωνύμου καὶ εἰρηνοδώρου, ὡς συνδραμεῖν φερωνύμως τοῖς ὀνόμασι τὰ πράγματα. Ἀλλ' ἐκεῖνα μὲν τοιαῦτα· τὰ δὲ νῦν πικρά τε καὶ ἐπώδυνα (πῶς γὰρ οὔ;), θυσιαστηρίων ἀφανιζομένων, ἐκκλησιῶν πορθουμένων, ἄνω καὶ κάτω κυκώσης τῆς αἱρέσεως καὶ Χριστὸν διωκούσης σὺν μητρὶ καὶ θεράπουσιν. ἢ γὰρ οὐχ οὗτοι δεδιωγμένοι, τῶν ἁγίων εἰκόνων αὐτῶν πορθουμένων; εἰ μὴ ἄρα καὶ τοῦ τύπου τοῦ ζωοποιοῦ ξύλου ἀφανιζομένου λέγοι τις τὸν σταυρὸν μὴ ἐκποδὼν γενέσθαι· εἰ δὲ ἐπὶ τοῦδε οὐχ οὕτως δοτέον, πῶς οὐχὶ καὶ ἐπὶ τῆς εἰκόνος συγκαταθετέον; εἰκὼν γὰρ καὶ ὁ τύπος, ὡς ἀνάπαλιν ἀντιστρέφει ὁ λόγος. Ἀλλὰ τίς εἰμι ἐγὼ ὁ τάλας καὶ ἀμύητος θείῳ πατρί τε καὶ διδασκάλῳ αἰτιολογῶν ταῦτα; σὺ ἡμᾶς διδάσκοις, ὦ ἱερώτατε, τὰ τελεώ τερα ὡς θεομύητος καὶ ἔργῳ παιδεύοις φέρειν καρτερῶς τὴν νῦν εἴτε παιδείαν εἴτε δοκιμασίαν, τὸ πρῶτον ἐφ' ἡμῖν διὰ τὰς ἁμαρτίας, τὸ δεύτερον ἐπὶ σοὶ διὰ τὴν θείαν ἀγάπην Χριστοῦ· ᾧ λιτανεύειν μὴ ἐλλείποις ἐκτρέψαι τὴν τῆς ἀσεβείας σκιὰν εἰς πρωΐαν εἰρηνικῆς ὀρθοδοξίας τάχιστα. 176 {1Ἐπιφανίῳ ἡγουμένῳ Εὐκαιρίασ}1 Παρὰ τὸ διδαχθῆναί με μεθορισθῆναί σου τὴν ἁγιωσύνην τῆς διὰ Κύριον φυλακῆς, ἐν ᾗ τανῦν κατέχῃ, οὐκ ἐξεγένετό μοι μέχρι τοῦ δεῦρο ἐπιστεῖλαι, καίπερ ἔχων πόθον· ἐπεὶ δὲ ἔμαθον ἀσφαλῶς ὅτι νικαΐζεις καὶ τόπῳ καὶ τρόπῳ, σὺν τάχει καὶ πόθῳ μοι τὸ γράμμα. δι' οὗ καὶ φιλῶ σε τὴν ἱερὰν κεφαλὴν καὶ ἀσπάζομαι καὶ χαίρω καὶ συγχαίρω· πῶς γὰρ οὐ χαρᾶς τὰ καθ' ἡμᾶς, ὅτι διὰ τὴν χαράν, ἣν ἐγέννησεν ἡ Θεοτόκος, ἐν ἐξορίαις καὶ φυλακαῖς εἷς ἕκαστος ἡμῶν; συναριθμεῖν γὰρ τολμῶ ἑαυτὸν ὁ ἀνάξιος τοῖς ὁμολογηταῖς Χριστοῦ, ὑπὲρ οὗ καὶ δι' ὃν κακοπαθεῖν ἠξιώμεθα. εὐφροσύνης τὰ ἡμέτερα, ὦ ἄνερ, ἐπιθυμιῶν, θυμηδίας, αὐχήσεως· οὐκ ἀκούεις Παύλου φάσκοντος, νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία; ὑπὲρ ταύτης καὶ νῦν τὰ παθήματα, ὁ θλιμμός, ἡ στενοχωρία, ὁ διωγμός, ὁ δαρμός, ὁτιοῦν ἄλλο, εἰς ἔνδειξιν μὲν ἀπωλείας τοῖς ἰουδαΐζουσιν, εἰς ἀμοιβὴν δὲ σωτηρίας τοῖς σὺν σοὶ ὑπομένουσι τὰ τοῦ Χριστοῦ στίγματα. Ἀλλὰ ταῦτα μὲν οὕτως. πῶς δὲ καὶ οἵα ἡ φρουρὰ καὶ ὁ φρούραρχος; εἰ ἆρά