131
ιγʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀμὼς ἔτη ηʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. ιεʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. κδʹ. Τούτῳ τῷ ἔτει τοῦ Πρίσκου πάλιν τὸν Ἴστρον καταλαβόντος καὶ τὰ Σκλαυινῶν ἔθνη πραιδεύσαντος καὶ πολλὴν αἰχμαλωσίαν τῷ βασιλεῖ ἀναπέμψαντος, ὁ βασιλεὺς τὸν Τατίμερα ἀποστείλας πρὸς Πρίσκον παρακελεύεται αὐτόθι τὸν χειμῶνα διατρῖψαι τοὺς Ῥωμαίους καιρόν. οἱ δὲ Ῥωμαῖοι τοῦτο μεμαθηκότες ἀντέλεγον, ὡς οὐκ ἐνδέχεται τοῦτο γενέσθαι διά τε τὰ πλήθη τῶν βαρβάρων καὶ τὸ πολεμίαν ὑπεῖναι τὴν χώραν καὶ τὰ ψύχη ἀφόρητα. ὁ δὲ Πρίσκος λόγοις πιθανοῖς ἔπεισεν αὐτοὺς ἐκεῖ χειμάσαι καὶ τὴν τοῦ βασιλέως κέλευσιν πληρῶσαι. ὁ δὲ βασιλεὺς Μαυρίκιος ταῦτα ἀκηκοὼς Φιλιππικόν, τὸν ἴδιον γαμβρόν, τὸν τῆς ἀνατολῆς στρατηγόν, ἐποίησε κόμητα τῶν ἐκσκουβιτόρων θαρρῶν αὐτῷ, ὡς τὴν αὐτοῦ ἀδελφὴν αὐτῷ ζεύξας. ὁ δὲ Φιλιππικὸς ἤρξατο κτίζειν ἐν Χρυσοπόλει τὴν μονὴν τῆς παναγίας δεσποίνης ἡμῶν θεοτόκου καὶ παλάτιον ἐν αὐτῇ ὀφεῖλον ὑποδέχεσθαι Μαυρίκιον τὸν βασιλέα καὶ τὰ τέκνα αὐτοῦ, ποιήσας ἰχθυοτροφεῖα καὶ παραδείσια ἔνδοθεν [ἔσω] εἰς τὴν θεραπείαν αὐτοῦ, καὶ ἐν Κωνσταντινουπόλει τὴν οἰκίαν τὴν ἐπιλεγομένην τὰ Φιλιππικοῦ. Κωνσταντινουπόλεως ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος πάλιν ἔτη ϛʹ. ιγʹ. ζʹ. αʹ. γʹ. ιϛʹ. αʹ. Τούτῳ τῷ ἔτει εἰς τὰ τοῦ Βυζαντίου προάστεια τίκτονται τέρατα, παιδίον τετράπουν, καὶ ἄλλο δικόρυφον. λέγουσι δὲ οἱ τὰς ἱστορίας ἐπιμελῶς ἐγγράφοντες μὴ σημαίνειν ἀγαθὰ ταῖς πόλεσιν, 273 ἐν αἷς ἂν τεχθῶσι τὰ τοιαῦτα. ὁ δὲ βασιλεὺς τὸν Πρίσκον τῆς στρατηγίας ἀποπαύει, Πέτρον δέ, τὸν ἑαυτοῦ ἀδελφόν, στρατηγὸν τῆς δυνάμεως ποιεῖται Ῥωμαίων. ὁ μὲν οὖν Πρίσκος τὰς δυνάμεις ἀράμενος πρὶν ἢ τὸν Πέτρον φθάσαι διαπερᾷ τὸν ποταμόν· ὁ δὲ Χαγάνος τὴν μετάβασιν τοῦ Ῥωμαϊκοῦ λαοῦ ἀκηκοὼς λίαν ἐθαύμαζε καὶ πρὸς τὸν Πρίσκον ἀπέστειλεν, μαθεῖν τὴν αἰτίαν ἐπιζητῶν καὶ μοῖραν λαβεῖν τῆς πραίδας καὶ οὕτω τὸν ποταμὸν διανήξασθαι. λίαν γὰρ ἐχαλέπαινεν ἐπὶ τοῖς εὐτυχήμασι τῶν Ῥωμαίων. πέμπει τοίνυν ὁ Πρίσκος περὶ τούτων πρὸς τὸν Χαγάνον πρέσβιν Θεόδωρον τὸν ἰατρὸν ἀγχινοίᾳ καὶ συνέσει κεκοσμημένον. οὗτος ἑωρακὼς τὸν Χαγάνον μέγα φρονοῦντα καὶ τὰς ἀποκρίσεις ἀλαζονικώτερον ποιούμενον (ἠπείλει γὰρ πάντων τῶν ἐθνῶν αὐτὸν εἶναι κύριον) διηγήματι παλαιῷ τὸν βαρβαρικὸν κατεπράϋνε τῦφον. ἔφασκε γάρ· "ἄκουσον, Χαγάνε, ἐπωφελοῦς διηγήματος. Σεσῶστρις, ὁ τῶν Αἰγυπτίων βασιλεύς, περιφανής τε καὶ λίαν εὐδαίμων, τῷ πλούτῳ λαμπρὸς καὶ ταῖς δυνάμεσιν ἀκαταμάχητος, πλεῖστα καὶ μεγάλα ἐδουλώσατο ἔθνη· ἐντεῦθεν εἰς ἀλαζονείαν περιπεσών, χρυσοκόλλητον ὄχημα ἐκ λίθων τιμίων κατασκευάσας ἐπικάθηται τούτῳ καὶ ὑποβάλλει τῷ ζυγῷ τῶν ἡττηθέντων βασιλέων τέσσαρας ἕλκειν τὸ ὄχημα. τούτου δὲ γινομένου ἐν ἐπισήμῳ ἑορτῇ, εἷς τῶν τεσσάρων βασιλέων συχνῶς τὸ ὄμμα ἐπέστρεφεν εἰς τοὐπίσω καὶ τὸν τροχὸν ἑώρα κυλιόμενον· τῷ δὲ Σεσώστρει ἐπερωτῶντι, "διὰ τί ὄπισθεν ἐπιστηρίζεις τὰ ὄμματα;" τοῦτον εἰπεῖν· "τὸν τροχὸν θαυμάζω ἀστατοῦντα καὶ ἄλλοτε ἄλλως κινούμενον, καὶ ποτὲ μὲν τὰ ὑψηλὰ ταπεινοῦντα, αὖθις δὲ τὰ ταπεινὰ ἀνυψοῦντα." τὸν δὲ Σεσῶστριν συνετῶς τὴν παραβολὴν ἐπισκέψαντα νομοθετῆσαι τὸ μηκέτι τοὺς βασιλεῖς ἕλκειν τὸ ὄχημα." ὁ δὲ Χαγάνος ταῦτα ἀκηκοὼς καὶ ὑπογελάσας ἔφησε τὴν εἰρήνην ἄγειν, τῇ δὲ προαιρέσει Πρίσκου, εἴ τι ἂν θέλῃ τῶν λαφύρων τὸν Χαγάνον τιμῆσαι. ὁ δὲ Πρίσκος τὴν αἰχμαλωσίαν ἀπέδωκε 274 τῷ Χαγάνῳ ὑπὲρ τῆς διαβάσεως. τὰ δὲ λάφυρα πάντα λαβὼν ἀκινδύνως τὸν ποταμὸν διεπέρασεν. ὁ δὲ Χαγάνος ταῦτα δεξάμενος ἥσθη μεγάλως· καὶ ὁ Πρίσκος εἰς Βυζάντιον ἧκεν. ὁ δὲ Πέτρος τὴν στρατηγίαν παρέλαβεν. ιδʹ. ηʹ. βʹ. δʹ. ιζʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐκέλευσεν ὁ βασιλεὺς Πέτρῳ τῷ στρατηγῷ, ὥστε τὴν τρίτην μοῖραν τῆς ῥόγας διὰ χρυσοῦ τοὺς Ῥωμαίους λαβεῖν, καὶ τὴν τρίτην δι' ὅπλων, τὴν δὲ ἑτέραν τρίτην δι' ἐσθῆτος παντοίας. οἱ