1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

132

οὕτως αὐτῷ συμβήσεται εἰς ὀλίγων λόγων ἐπιλύσεις ἀσχολουμένῳ τῶν ὑπὸ πόνου ψυχῆς νοεῖσθαι δυναμένων τοὺς ἀληθείᾳ διαφέροντας μὴ ἐπὶ πλεῖον εἰσφέρειν λόγους. ἐπειδὴ περὶ ὧν ἤθελεν ἀπεφαίνετο ὡς λαῷ νοεῖν δυναμένῳ, ἀφ' ὧν ἐσμεν καὶ ἡμεῖς, οἳ ὁπότε κατὰ τὸ σπάνιον οὐκ ἐνοήσαμέν τι τῶν ὑπ' αὐτοῦ ·ηθέντων, ἰδίᾳ ἐπυνθανόμεθα, ἵνα ἡμῖν τι τῶν ὑπ' αὐτοῦ ·ηθέντων μὴ ἀνόητον ᾖ. εἰδὼς οὖν ἡμᾶς εἰδότας πάντα τὰ ὑπ' αὐτοῦ ·ηθέντα καὶ τὰς ἀποδείξεις παρασχεῖν δυναμένους, εἰς τὰ ἀμαθῆ ἔθνη ἀποστέλλων ἡμᾶς βαπτίζειν αὐτοὺς εἰς ἄφεσιν ἁμαρτιῶν, ἐνετείλατο ἡμῖν πρότερον διδάξαι αὐτούς· ἀφ' ὧν ἐντολῶν αὕτη πρώτη καὶ μεγάλη τυγχάνει, τὸ φοβηθῆναι κύριον τὸν θεὸν καὶ αὐτῷ μόνῳ λατρεύειν. θεὸν δὲ φοβεῖσθαι ἐκεῖνον εἶπεν, οὗ οἱ ἄγγελοι οἱ τῶν ἐν ἡμῖν ἐλαχίστων πιστῶν ἐν τῷ οὐρανῷ ἑστήκασιν θεωροῦντες τὸ πρόσωπον τοῦ πατρὸς διαπαντός· μορφὴν γὰρ ἔχει-διὰ πρῶτον καὶ μόνον κάλλος-καὶ πάντα μέλη, οὐ διὰ χρῆσιν· οὐ γὰρ διὰ τοῦτο ὀφθαλμοὺς ἔχει, ἵνα ἐκεῖθεν βλέπῃ (παν- ταχόθεν γὰρ ὁρᾷ, τοῦ ἐν ἡμῖν βλεπτικοῦ πνεύματος ἀπαραβλήτως λαμ- πρότερος ὢν τὸ σῶμα καὶ παντὸς φωτὸς στιλπνότερος, ὡς πρὸς σύγκρι- σιν αὐτοῦ τὸ ἡλίου φῶς λογισθῆναι σκότος), ἀλλ' οὐδὲ διὰ τοῦτο ὦτα ἔχει, ἵνα ἀκούῃ (πανταχόθεν γὰρ ἀκούει, νοεῖ, κινεῖ, ἐνεργεῖ, ποιεῖ). τὴν δὲ καλλίστην μορφὴν ἔχει δι' ἄνθρωπον, ἵνα οἱ καθαροὶ τῇ καρδίᾳ αὐτὸν ἰδεῖν δυνηθῶσιν, ἵνα χαρῶσιν δι' ἅτινα ταῦτα ὑπέμειναν. τῇ γὰρ αὐτοῦ μορφῇ ὡς ἐν μεγίστῃ σφραγῖδι τὸν ἄνθρωπον διετυπώσατο, ὅπως ἁπάντων ἄρχῃ καὶ κυριεύῃ καὶ πάντα αὐτῷ δουλεύῃ. διὸ κρίνας εἶναι τὸ πᾶν αὐτὸν καὶ τὴν αὐτοῦ εἰκόνα τὸν ἄνθρωπον (αὐτὸς ἀόρατος, ἡ δὲ αὐτοῦ εἰκὼν ὁ ἄνθρωπος ὁρατός) ὁ αὐτὸν σέβειν θέλων τὴν ὁρατὴν αὐτοῦ τιμᾷ εἰκόνα, ὅπερ ἐστὶν ἄνθρωπος. ὅτι ἂν οὖν τις ποιήσῃ ἀν- θρώπῳ (εἴτε ἀγαθὸν εἴτε κακόν) εἰς ἐκεῖνον ἀναφέρεται. διὸ καὶ ἡ ἐξ αὐτοῦ κρίσις πᾶσι κατ' ἀξίαν ἀπονέμουσα ἑκάστῳ προελεύσεται· τὴν γὰρ αὐτοῦ μορφὴν ἐκδικεῖ. ἀλλ' ἐρεῖ τις· Eἰ μορφὴν ἔχει, καὶ σχῆμα ἔχει καὶ ἐν τόπῳ ἐστίν· ἐν τόπῳ δὲ ὢν καὶ ὑπ' αὐτοῦ περιεχόμενος ὡς ἥττων, πῶς ὑπὲρ πάντας ἐστὶν μέγας; πῶς δὲ καὶ πανταχῆ εἶναι δύνα- ται ἐν σχήματι ὤν; πρὸς τὸν ταῦτα λέγοντα πρῶτον ἔστιν εἰπεῖν· Τοι- αῦτα περὶ αὐτοῦ φρονεῖν πείθουσιν καὶ πιστεύειν ..., ἡμεῖς δὲ ἀληθεῖς γινώσκομεν τὰς μαρτυρουμένας ὑπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὗ κατὰ κέλευσιν τὰς ἀποδείξεις ὑμῖν τοῦ οὕτως ἔχειν ἀνάγκη παρέχειν. πρῶτον δὲ περὶ τόπου ἐρῶ καὶ θεοῦ. τόπος ἐστὶν τὸ μὴ ὄν, θεὸς δὲ τὸ ὄν· τὸ δὲ μὴ Χν τῷ ὄντι οὐ συγκρίνεται. πῶς γὰρ τόπος ὢν εἶναι δύναται; ἐκτὸς εἰ μὴ δευτέρα χώρα εἴη, οἷον οὐρανός, γῆ, ὕδωρ, ἀὴρ καὶ εἰ ἄλλο τί ἐστιν σῶμα, ὃ ἂν καὶ αὐτοῦ πληροῖ τὸ κενόν, ὃ διὰ τοῦτο κενὸν λέγεται, ὅτι οὐδέν ἐστιν. τοῦτο γὰρ αὐτῷ (τὸ οὐδέν) οἰκειότερον ὄνομα· τὸ γὰρ λεγόμενον κενὸν τί ποτε ὡς σκεῦός ἐστιν οὐδὲν ἔχον; πλὴν αὐτὸ τὸ σκεῦος κενὸν Χν οὐκ αὐτό ἐστι τόπος, ἀλλ' ἐν ᾧ ἐστιν αὐτὸ τὸ κενόν, εἴπερ σκεῦός ἐστιν. ἀνάγκη γὰρ πᾶσα τὸ Χν ἐν τῷ μηδὲν ὄντι εἶναι. τοῦτο δὲ τὸ μὴ Χν λέγω (ὃ ὑπό τινων τόπος λέγεται) οὐδὲν ὄν. οὐδὲν δὲ Χν τῷ ὄντι πῶς συγκρίνεται; ἐκτὸς εἰ μὴ ἐν τοῖς ἐναντίοις, ἵνα τὸ μὲν Χν μὴ ᾖ, τὸ δὲ μὴ Χν τόπος λέγη-