1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

132

ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά.» «Ἐὰν ἀγγαρεύσῃ σέ τις μίλιον ἕν, ὕπαγε μετ' αὐτοῦ δύο, καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. Τῷ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ θέλοντος δανείσασθαι παρὰ σοῦ μὴ ἀποκλείσῃς τὴν χεῖρα· «δίκαιος γὰρ ἀνὴρ οἰκτείρει καὶ κιχρᾷή· πᾶσι γὰρ θέλει δίδοσθαι ὁ Πατὴρ ὁ τὸν ἥλιον αὐτοῦ ἀνατέλλων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ τὸν ὑετὸν αὐτοῦ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους. Πᾶσιν οὖν δίκαιον διδόναι ἐξ οἰκείων πόνων· «Τίμα γάρ, φησί, τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων.» Προτιμητέον δὲ τοὺς ἁγίους. Oὐ φονεύσεις, τοῦτ' ἔστιν οὐ φθερεῖς τὸν ὅμοιόν σου ἄνθρωπον, διαλύεις γὰρ τὰ καλῶς γινόμενα· οὐχ ὡς παντὸς φόνου φαύλου τυγχάνοντος, ἀλλὰ μόνου τοῦ ἀθώου, τοῦ δ' ἐνδίκου ἄρχουσι μόνοις ἀφωρισμένου. Oὐ μοιχεύσεις, διαιρεῖς γὰρ μίαν σάρκα εἰς δύο· «Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν.» Ἓν γάρ εἰσιν ἀνὴρ καὶ γυνὴ τῇ φύσει, τῇ συμπνοίᾳ, τῇ ἑνώσει, τῇ διαθέσει, τῷ βίῳ, τῷ τρόπῳ, κεχωρισμένοι δέ εἰσιν τῷ σχήματι καὶ τῷ ἀριθμῷ. Oὐδὲ παιδοφθορήσεις· παρὰ φύσιν γὰρ τὸ κακὸν ἐκ Σοδόμων φυέν, ἥτις πυρὸς θεηλάτου παρανάλωμα γέγονεν. «Ἐπικατάρατος δὲ ὁ τοιοῦτος καὶ ἐρεῖ πᾶς ὁ λαός· Γένοιτο, γένοιτο.» Oὐ πορνεύσεις· «Oὐκ ἔσται γάρ, φησίν, πορνεύων ἐν υἱοῖς Ἰσραήλ.» Oὐ κλέψεις· Ἄχαρ γὰρ κλέψας ἐν τῷ Ἰσραὴλ ἐν Ἱεριχὼ λίθοις βληθεὶς τοῦ ζῆν ὑπεξῆλθεν, καὶ Γιεζεῖ κλέψας καὶ ψευσάμενος ἐκληρονόμησεν τοῦ Νεεμὰν τὴν λέπραν, καὶ Ἰούδας κλέπτων τὰ τῶν πενήτων τὸν Κύριον τῆς δόξης παρέδωκεν Ἰουδαίοις, καὶ μεταμεληθεὶς ἀπήγξατο καὶ ἐλάκησεν μέσος καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ, καὶ Ἀνανίας καὶ Σαπφείρα ἡ τούτου γυνή, κλέψαντες τὰ ἴδια καὶ πειράσαντες τὸ Πνεῦμα Κυρίου, παραχρῆμα ἀπο φάσει Πέτρου τοῦ συναποστόλου ἡμῶν ἐθανατώθησαν. Oὐ μαγεύσεις, οὐ φαρμακεύσεις· «Φαρμακοὺς γάρ, φησίν, οὐ περιβιώσετε.» Oὐ φονεύσεις τέκνον σου ἐν φθορᾷ, οὐδὲ τὸ γεννηθὲν ἀποκτενεῖς· πᾶν γὰρ τὸ ἐξεικο νισμένον, ψυχὴν λαβὸν παρὰ Θεοῦ, φονευθὲν ἐκδικηθήσεται, ἀδίκως ἀναιρεθέν. Oὐκ ἐπιθυμήσεις τὰ τοῦ πλησίον σου, οἷον τὴν γυναῖκα ἢ τὸν παῖδα ἢ τὸν βοῦν ἢ τὸν ἀγρόν. Oὐκ ἐπιορκήσεις, ἐρρέθη γὰρ μὴ ὀμόσαι ὅλως· εἰ δὲ μήγε, κἂν εὐορκήσῃς, ὅτι· «Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ. Oὐ ψευδομαρτυρήσεις», ὅτι· «Ὁ συκοφαν