Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ἀναμάρτητον ὁ ∆αβὶδ ἐν μόνῳ θεω ρήσας τῷ ἐξ αὐτοῦ κατὰ σάρκα Χριστῷ, καὶ τὴν τῶν ὁμοφυλίων Ἰουδαίων κατ' αὐτοῦ μανίαν προ θεωρήσας τῷ πνεύματι, τὸν τῶν δυνάμεων τῶν ἀγγε λικῶν Κύριον καὶ τοῦ Ἰσραὴλ ἱκετεύει Θεὸν, κατα λιπεῖν μὲν Ἰουδαίους ἀτημελήτους, μᾶλλον μὲν οὖν μηδεμιᾶς αὐτοὺς συγγνώμης ἀξιῶσαι ὡς θεοκτόνους, πᾶσαν δὲ εἰς τὰ ἔθνη μεταθεῖναι τὴν πρόνοιαν καὶ τῷ τῆς θεογνωσίας καταυγάσαι φωτί. Οὐ μόνος δὲ ὁ ∆αβὶδ εὔχεται ἐπιστροφὴν μὲν τῶν εἰδωλολατρῶν γενέσθαι ἐπὶ τὴν εἰς Χριστὸν πίστιν, ἀποβολὴν δὲ τοῦ Ἰσραὴλ διὰ τὴν ἀνομίαν αὐτῶν, ἀλλὰ καὶ ὁ Κύριος. Ἄκουε γοῦν ὅπως καὶ πρὸ τῆς ἐνανθρωπήσεως, ὡς ἤδη γεγονὼς καθ' ἡμᾶς, ὑπὲρ παντὸς τοῦ κόσμου τὰς διαλέξεις ποιεῖται πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν. -Ἐπεσκέψατο μὲν γὰρ καὶ πάλαι Θεὸς τοὺς ἐπὶ τῆς γῆς, ἀλλ' ἦν ἐπὶ μόνον τὸν Ἰσραὴλ ἡ ἐπίσκεψις· καὶ πεπαιδαγώγηκεν ὁ Μωσῆς διὰ τύπου καὶ σκιᾶς ἀναφέρων ἐπὶ τὸ μυστήριον τοῦ Χριστοῦ. Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός. Ἠκούετο μὲν γὰρ ὁ πάλαι νόμος, ἀλλὰ κατὰ μόνην τὴν Ἰουδαίαν· τὸ δὲ θεῖον καὶ οὐράνιον κήρυγμα ὅλην περιπεφοίτηκε τὴν ὑπ' οὐρανόν. Ἔφη γὰρ τοῦτο περὶ τῶν ἁγίων ἀποστόλων· "Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν," καὶ τὰ ἑξῆς. 69.1113 (E f. 107. Κυρίλλου καὶ Ἡσυχίου) Καὶ ταῦτα ἀνθρωπίνως πρὸς τὸν αὐτοῦ Πατέρα καὶ Κύριον τῶν δυνάμεων καὶ Θεὸν τοῦ Ἰσραὴλ τυγχάνοντα, καὶ ἰδεῖν ὁ Χριστὸς βούλεται καὶ προσεύχεται.
ΨΑΛΜΟΣ ΝΘʹ.
Σῶσον τῇ δεξιᾷ σου. (E f. 110.) ∆εξιὰν εἶναί φαμεν τοῦ Πατρὸς τὸν Υἱὸν, δι' ὃν
τὰ πάντα ἐγένετο. Ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν, καὶ αὐτὸς ἐξου δενώσει τοὺς θλίβοντας ἡμᾶς. (A f. 313.) Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· "Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ." Καὶ πάλιν· "Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις ἡ σὺν ἐμοί."
ΨΑΛΜΟΣ Ξʹ.
Ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος. (A f. 315, E f. 111 b, F f.
90 b. Κυρίλλου καὶ Ἀθανασίου.) Ἐπεὶ δὲ τῶν ὁδηγούντων ἴδιον τὸ δεικνύειν ποία μὲν ἀσφαλὴς ὁδὸς, ποία δὲ σφαλερὰ καὶ βλαβερὰ μαρτύρεσθαι, καὶ τοῦτο Χριστὸς πε ποιηκὼς εὑρίσκεται, ἐν τῷ λέγειν· "Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ θύρα." Τὸ δὲ, πύργος ἰσχύος, ὅμοιον ὡσεὶ λέγοι· Τεῖχος καὶ ἀσφάλεια γέγονας, εἰς τὸ μηδὲν παθεῖν ἐπηρεαζόντων τῶν ἐχθρῶν. Ὥσπερ γὰρ πο λεμίων ἐμβεβληκότων, οἱ πύργον ἔχοντες ἰσχυρὸν κερδαίνουσι τὴν σωτηρίαν, οὕτως μαχομένων ἡμῖν ἐχθρῶν, πύργος ἑδραῖος καὶ ἀκατάσειστος γίνεται ὁ Χριστὸς, καὶ ἀνασώζει ῥᾳδίως τοὺς ἐπ' αὐτῷ πε ποιθότας. Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶ νας, σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου. (A f. 315. Κυρίλλου καὶ Ἀθανασίου.) Πρὸς δὲ νοῦν, ἀφ' ὧν ἤδη εἴληφεν ἀγαθῶν, καὶ περὶ τῶν μελλόντων ἐλπίζει, ὅτι δὴ εἰς τὰς ἄνω σκηνὰς γεγο νὼς ὑπὸ τὴν αὐτοῦ διὰ παντὸς γενήσεται σκέπην. Ὥσπερ γὰρ οἱ μέλλοντες ἐπιτελεῖν ἑορτὴν, ἐγγύς τε καὶ ἐπὶ θύραις ἔχοντες αὐτὴν προαναπίπλανται θυμ ηδίας, καὶ τὴν οὔπω παροῦσαν ὡς ἤδη παροῦσαν ὁρῶσιν, οὕτω καὶ οἱ ἅγιοι χρηστὰς ἔχοντες ἐλπίδας ἐπὶ τῇ μελλούσῃ ζωῇ, χαίρουσιν ἐπ' αὐτῇ. Πτέρυγας δὲ καλεῖ τὰς τοῦ Θεοῦ προνοητικὰς δυνάμεις, ὑφ' ἃς σκέπεται ὁ θεοφιλὴς, μηδέποτε τῆς σκηνῆς ἀναχω ρῶν τοῦ Θεοῦ, ἀλλὰ δι' αἰῶνος ἐν αὐτῇ κατοικῶν. Ἡμέρας ἐφ' ἡμέρας τοῦ βασιλέως προσθήσεις. (A f. 316, F f. 90 b. Κυρίλλου καὶ Ἀθανασίου.) Πρὸς δὲ νοῦν, σημαίνει ὁ λόγος, ὡς καὶ τοῦτο μέρος κληρονομίας ἐστὶν ἡ αἰώνιος ζωή. Τοῦτο γάρ ἐστι τὸ ἡμέρας ἡμερῶν τοῖς ἔτεσι τοῦ βασιλέως προσ θεῖναι· σημαίνει γὰρ διὰ τῶν