Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καρποφορίαν ἀρετῆς. Ἐπισκέπτεται δὲ τὰ καθ' ἡμᾶς σὺν Υἱῷ καὶ αὐτὸς ὁ Πατήρ. Ἀλλ' ἔστι που δῆλον, ὅτι κἂν εἰ ἄμπελος νοοῖτο Χριστὸς, γεωργὸς δὲ ὁ Πατὴρ, ἐν Χριστῷ δὴ πάντως τὸ ἀχρεῖον ἀποκερεῖ, καὶ φροντίδος ἀξιοῖ τὸ ὡς ἄριστα ἔχειν δυνάμενον καὶ καρποφοροῦν ἐν αὐτῷ. Ὅτε τοίνυν ἐχρῆν ἐν ἀμείνοσιν ὁρᾶσθαι γεγενημένην τὴν τῶν Ἰουδαίων μητέρα, τὴν εὔσκιόν τε καὶ ὡραίαν ἐλαίαν, ὡς ὁ προφήτης φησὶ, τότε καὶ ἀπόλωλε, καὶ ἀνήφθη πῦρ ἐν αὐτῇ. Τοιγάρτοι καὶ ὁ σοφὸς Ἰωάννης, Ἤδη δὲ καὶ ἡ ἀξίνη, φησὶ, πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Ὅτι δὲ ἔμελλε ταῖς εἰς λῆξιν ἡκούσαις κακοῦ περιπεσεῖσθαι συμφοραῖς ἡ διαβόητος πόλις. προανεχρησμῴδησε λέγων ὁ προφήτης Ζαχαρίας· Καὶ ἔσται ὁ κοπετὸς τῆς Ἱερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου. Καὶ πάλιν ὡς πρὸς αὐτήν· ∆ιάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. Ὀλολυζέτω πίτυς, διότι πέπτωκε κέδρος. Ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν. Ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. Λίβανος μὲν γὰρ ὄρος ἐστὶ τῇ κέδρῳ κατάκομον. Εὐῶδες δὲ τὸ φυτὸν, καὶ τῶν ὅτι μάλιστα τεθαυμασμένων εἰς κάλλος. Λιβάνῳ δὴ οὖν παρεικάζει τὴν Ἱερουσαλὴμ, οὐκ ἀθαύμαστον ἔχουσαν τὴν τῶν ἱερέων πληθὺν, τό γε ἧκον, φημὶ, πρὸς τὰς ἐκ νόμου τιμάς. Τέθειντο γὰρ ἡγούμενοι, καὶ οἷάπερ ἐν δρυμοῖς ἁδρά τε καὶ εὐθυμηκέστατα ξύλα, τὸ τῶν ἄλλων ἁπάντων ἀνέχοντες μέτρον, καὶ πολὺ τῶν ὑπὸ χεῖρα λαῶν ὑπερκείμενοι. Ἀλλ' ἐμπέπρησται μὲν Ἱερουσαλὴμ, τουτέστιν, ὁ Λίβανος. Οἱ δὲ ἐν αὐτῇ λαμπροὶ, καὶ περιφανέστατοι, καὶ τὸ ἐν εὐκλείαις ἕχοντες ὕψος, τεθρηνήκασιν ἀλλήλους, πίπτοντές τε καὶ ἀπολλύμενοι, καὶ ὥσπερ τισὶ δρυτόμοις περιπεσόντες εὐσθενεστάτοις τοῖς Ῥωμαίων στρατηγοῖς. Ἀλλ' ὅ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, δι' ὧν ἐκεῖνοι κακοὶ κακῶς ἀπολώλασι, στέλεχος γέγονεν ἀνειμένον. Ἐντρυφᾷ γὰρ ἀεὶ ταῖς ἀκαταλήκτοις εἰς τὸ ἄνω φοραῖς, καὶ ὅλης, ὡς ἔπος εἰπεῖν, τῆς ὑπ' οὐρανὸν κατευρύνεται. Καὶ αὐτὸ δὴ τοῦτο προανεφώνει σαφῶς ὁ Θεὸς διὰ φωνῆς Ἰεζεχιὴλ οὕτω λέγων· Καὶ λήψομαι ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου, ἐκ κορυφῆς καρδίας αὐτῶν ἀποκνιῶ, καὶ καταφυτεύσω ἐγὼ ἐπὶ ὄρος ὑψηλὸν, καὶ κρεμάσω αὐτὸ ἐν ὄρει μετεώρῳ τοῦ Ἰσραήλ. Καὶ καταφυτεύσω, καὶ ἐξοίσει βλαστὸν, καὶ ποιήσει καρπὸν, καὶ ἔσται εἰς 69.373 κέδρον μεγάλην, καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν θηρίον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται. Καὶ τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται, καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου, ὅτι ἐγὼ Κύριος, ὁ ταπεινῶν ξύλον ὑψηλὸν, καὶ ὑψῶν ξύλον ταπεινὸν, καὶ ξηραίνων ξύλον χλωρὸν, καὶ ἀναθάλλων ξύλον ξηρόν. Ἐγὼ Κύριος ἐλάλησα, καὶ ποιήσω. Συνίης οὖν ὅτι τὰ ἐπίλεκτα τῆς κέδρου λαβὼν, καταπεφύτευκεν ἡμῖν τὸ τῆς ζωῆς ξύλον ὁ Θεὸς καὶ Πατὴρ, τουτέστι Χριστόν. Ἐπίλεκτα δὲ τῆς κέδρου φησὶ τὴν Ἰούδα φυλὴν, τὴν κατάρχουσαν ἀεὶ, καὶ τῶν ἄλλων εὐκλεεστέραν· ἐξ ἧς ἀνέφυ καὶ Ἰεσσαὶ, καὶ ∆αβὶδ, καὶ ἡ ἁγία Παρθένος, ἢ τὸν Ἰησοῦν ἐκτέτοκεν. Ὅτι δὲ καὶ ἐπὶ ξύλου κεκρέμασται δι' ἡμᾶς τὸ ἐκ τῆς ἀπολέκτου κέδρου ληφθὲν, καὶ φυτόν ἐστι καλόν τε καὶ εὐανθέστατον, πῶς ἔστιν ἀμφιβάλλειν; Ἀνεβλαστήσαμεν δὲ καὶ ἡμεῖς διὰ βουλῆς τοῦ Πατρὸς, τὰ πάλαι ξηρὰ καὶ καρπὸν οὐκ ἔχοντα ξύλα, ξηρῶν γεγονότων καὶ αὐανθέντων τρόπον τινὰ τῶν ὡς ἐν ὑγρότητι καὶ ζωῇ τοῦ νόμου, τουτέστι, τῶν ἐξ Ἰσραήλ. Καὶ οἱ μὲν ἦσαν ὑψηλοὶ, ταπεινοὶ δὲ ἡμεῖς καὶ κατεῤῥιμμένοι. Ἀλλ' ὑψώθημεν ἐν Χριστῷ διὰ πίστεως. Οἱ δὲ τῆς ἀρχαίας κατώλισθον δόξης, καὶ γεγόνασι ταπεινοί. Θεὸς οὖν ἐστιν ὁ τῶν ὅλων Κύριος, ὁ καὶ ἰδίοις νεύμασι ταπεινῶν τὰ ὑψηλὰ, καὶ ἀνακομίζων ὑψοῦ τὰ ταπεινὰ, καὶ ξηραίνων ξύλον χλωρὸν, καὶ ἀναθάλλων ξύλον ξηρόν. Ὅτι γὰρ ἢ ἀκάνθης καὶ τριβόλου διενεγκόντες οὐδὲν, οἱ ἐκ τῆς ἀρχαίας Συναγωγῆς μονονουχὶ καὶ τῆς ἁγίας ἀποκείρονται γῆς, ἀντανέφυ δὲ ὥσπερ ἡ τῶν ἐν πίστει πληθὺς, καὶ τοῖς τῶν δένδρων εὐοσμοτάτοις παρεικάζεται,